Περὶ ἀσυναπτήτων.
(1)
Γίνεται δὲ καὶ ἀσυνάρτητα, ὁπόταν δύο κῶλα μὴ δυνάμενα ἀλλήλοις συναρτηθῆναι μηδὲ ἕνωσιν ἔχειν ἀντὶ ἑνὸς μόνου παραλαμβάνηται στίχου.(2)
Πρῶτος δὲ καὶ τούτοις Ἀρχίλοχος κέχρηται· πῆ μὲν γὰρ ἐποίησεν ἔκ τε ἀναπαιστικοῦ ἑφθημιμεροῦς καὶ τροχαϊκοῦ ἡμιολίου τοῦ καλουμένου ἰθυφαλλικοῦ ( Arch. 79 )τῆς ἡμετέρας σοφίας κριτὴς ἄριστε πάντων·
εὐδαίμον’ ἔτικτέ σε μήτηρ ἰκρίων ψόφησις·
(3)
καὶ μέντοι καὶ τοὺς σπονδείους παρῃτήσαντο τοὺς ἐν τῷ μέσῳ οἱ μετὰ τὸν Ἀρχίλοχον, ὡς οὐκ ἀναπαιστικὸν ἡγούμενοι, ἀλλὰ προσοδιακόν, τὸ ἐξ ἰωνικῆς καὶ χοριαμβικῆς, τῆς ἰωνικῆς καὶ βραχεῖαν τὴν πρώτην δεχομένης. δύναται δὲ καὶ εἰς τρίτον ἀνάπαιστον διαιρεῖσθαι, εἰ ἀπὸ σπονδείου ἄρχοιτο, οἷον τὸ Σαπφοῦς ( 82 )(4)
τὸ τοίνυν ἀναπαιστικὸν εἴ τις οὕτω διαιροῖτο, εὑρήσει τῷ προσοδιακῷ ἐφαρμόζον. ἐὰν μὲν γὰρ σπονδεῖον ἔχῃ τὸν πρῶτον, τοὺς δὲ ἑξῆς ἀναπαίστους, τὰς τοῦ δευτέρου ἀναπαίστου δύο βραχείας προσθεὶς τῷ σπονδείῳ ποιήσεις ἰωνικὸν ἀπὸ μείζονος, τὸν δ’ ἑξῆς χορίαμβον. δύναται δὲ κἂν ἀπὸ ἀναπαίστου κἂν ἀπὸ δακτύλου ἄρχηται τὸ ἀναπαιστικὸν ὡς ἰωνικὸν λελυμένον παραλαμβάνεσθαι, τῶν ἑξῆς χοριάμβου γινομένων. διὰ τοῦτο καὶ ἀπὸ ἰάμβου ἄρχονται ἐν τῷ ἀναπαιστικῷ, ὥσπερ Ἀρχίλοχος ἐν τῷ(5)
Παραιτοῦνται τοίνυν τοὺς ἐν μέσῳ σπονδείους, ἵνα μὴ ἀπεοικὸς τῷ προσοδιακῷ γένηται τὸ ἀναπαιστικὸν, ὅπερ ἐστὶν ἐξ ἰωνικοῦ καὶ χοριαμβικοῦ. δύναται δέ τις βιαζόμενος καὶ ἑξῆς ὄντων δύο σπονδείων, ὡς παρὰ Ἀρχιλόχῳ(6)
Ὑπονοήσειε δ’ ἄν τις καὶ τρίτην διαφορὰν εἶναι τῷ Ἀρχιλόχῳ πρὸς τοὺς μετ’ αὐτόν, καθ’ ἣν ἄνα παίστῳ δοκεῖ τῷ πρώτῳ χρῆσθαι,(7)
Κρατῖνος δὲ ὅταν λέγῃ ἐν τοῖς Ἀρχιλόχοις ( 10 )(8)
Ἐν μὲν δὴ τοῦτο τῶν παρ’ Ἀρχιλόχῳ ἀσυναρτήτων· ἄλλο δὲ τὸ ἐκ δακτυλικῆς τετραποδίας καὶ τοῦ αὐτοῦ ἰθυφαλλικοῦ ( Archil. 100 )(9)
Τρίτον δέ ἐστι παρὰ Ἀρχιλόχῳ ἀσυνάρτητον ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου ( 85 )(1Ο)
Ἔνδοξόν ἐστι ἐπισύνθετον καὶ τὸ διπενθημιμερὲς τὸ ἐγκωμιολογικὸν καλούμενον, ὅπερ ἐστὶν ἐκ δακτυλικοῦ πενθημιμεροῦς καὶ ἰαμβικοῦ τοῦ ἴσου, ᾧ κέχρηται μὲν καὶ Ἀλκαῖος ἐν ἄσματι (94), οὗ ἡ ἀρχήτἄρμενα λαμπρὰ κέοντ’ ἐν Μυρσινῄω,
(11)
Τὸ δὲ ἀντεστραμμένον τούτῳ ἰαμβέλεγος καλεῖται· τούτῳ δὲ ἐν συνεχείᾳ οὐκ ἴσμεν τινὰ κεχρημένον, διεσπαρμένως δέ·(12)
Γίνεται δὲ καὶ τριπενθημιμερὲς ἐκ τούτων τὸ καλούμενον Πλατωνικόν, ἐν ᾧ τὰ νὲν ἑκατέρωθεν δύο δακτυλικά εἰσι πενθημιμερῆ, τὸ δὲ μέσον ἰαμβικόν· κέχρηται δὲ αὐτῷ Πλάτων ἐν Χαντρίαις ( 90 )(13)
Ἀντεστραμμένον δέ ἐστι τούτῳ τὸ Πινδαρικὸν καλούμενον,(14)
Τοῦ δὲ δακτυλικοῦ πενθημιμεροῦς δὶς λαμβανομένου γίνεται τὸ ἐλεγεῖον· ἀλλὰ τὸ μὲν δεύτερον αὐτοῦ μέρος ἑπτασύλλαβον ἀεὶ μένει, ἐκ δύο δακτύλων καὶ συλλαβῆς, τὸ δὲ πρότερον κινουμένους ἔχει τοὺς δύο πόδας, ὥστε ἢ δακτύλους αὐτοὺς γίνεσθαι ἢ σπονδείους, ἢ τὸν μὲν πρότερον δάκτυλον, τὸν δὲ δεύτερον σπονδεῖον· ἢ ἀνάπαλιν τὸν μὲν πρότερον σπονδεῖον, τὸν δὲ δεύτερον δάκτυλον· παρ’ ἣν αἰτίαν τὸ μὲν δεύτερον ἀεὶ διπλασιαζόμενον τὸ ἐλεγεῖον ποιεῖ, τὸ δὲ πρότερον οὐκέτι, ἐὰν μὴ ἐκ δύο δακτύλων συνεστήκῃ· οἷον ( Callim. 488 )(15)
Καὶ τοῦ μὲν τεσσαρεσκαιδεκασυλλάβου ἓν σχῆμα ( Call. 489 )(16)
Ἄλλο ἀσυνάρτητον [ὁμοίως] κατὰ τὴν πρώτην ἀντιπάθειαν, ἐξ ἰαμβικοῦ διμέτρου ἀκαταλήκτου καὶ τροχαϊκοῦ ἑφθημιμεροῦς, τοῦ καλουμένου Εὐριπιδείου, οἷόν ἐστι τὸ ἐν τοῖς ἀναφερομένοις εἰς Ἀρχίλοχον Ἰοβάκχοις ( 120 )(17)
Ἄλλο τούτου ἔλαττον παρὰ τὴν τελευταίαν συλλαβὴν τὸ καλούμενον Εὐριπίδειον τεσσαρεσκαιδεκασύλλαβον, οἷον παρὰ μὲν αὐτῷ Εὐριπίδῃ ( fr. 929 ) Ἕῷος ἡνίχ’ ἱππότας ἐξέλαμψεν ἀστήρ· παρὰ δὲ Καλλιμάχῳ ( 116 )καὶ τῶν Ἐρώτων ᾐσθόμην· ἔστι κἀφροδίτη.
(18)
Ἄλλο ἀσυνάρτητον ὁμοίως κατὰ τὴν πρώτην ἀντιπάθειαν, ἐκ τροχαικοῦ διμέτρου ἀκαταλήκτου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς, ὅπερ ἐὰν παραλλάξῃ τὴν τομήν, γίνεται τροχαϊκὸν προκαταληκτικόν ( Sapph. 85 ),ἐμφερῆ ἔχοισα μορφάν, Κλεηὶς ἀγαπατά,
ἀντὶ τᾶς ἐγὼ οὐδὲ Λυδίαν πᾶσαν οὐδ’ ἐραννάν
(19)
τούτων δὲ τὸ μὲν δεύτερον δῆλόν ἐστιν ἀπὸ τῆς τομῆς ὅτι οὕτως σύγκειται ὡς προείρηται, ἐκ τοῦ τροχαϊκοῦ διμέτρου ἀκαταλήκτου καὶ τοῦ ἑφθημιμεροῦς ἰαμβικοῦ, τὸ δὲ πρῶτον, διὰ τὸ πρὸ συλλαβῆς ἔχειν τὴν τομήν, ἐγένετο προκαταληκτικόν, ἐκ τροχαϊκοῦ ἑφθημιμεροῦς,(20)
Ἀνακρέων δὲ οὐκ ἰαμβικῷ ἀλλὰ χοριαμβικῷ ἐπιμίκτῳ πρὸς τὰς ἰαμβικὰς ἐπήγαγε τὸ ἰθυφαλλικόν ( 30 )(21)
Τούτου δὲ μεῖζόν ἐστι συλλαβῇ τῇ τελευταίᾳ τὸ καλούμενον Κρατίνειον· ἔστι γὰρ ἐκ χοριαμβικοῦ ἐπιμίκτου, τοῦ τὴν δευτέραν ἰαμβικὴν ἔχοντος καὶ τροχαικοῦ ἑφθημιμεροῦς·πάντα φορητά, πάντα τολμητὰ τῷδε τῷ χορῷ ( 324ᵇ ) ―
πλὴν Ξενίου ὁμονισι καὶ Σχοινίωνος ὡ Χάρον ( 324ᶜ ). ―
(22)
Τὸ μὲν οὖν καθαρὸν Κρατίνειον τοιοῦτόν ἐστι· πολυσχημάτιστον δὲ αὐτὸ πεποιήκασιν οἱ κωμικοί. τοὺς γὰρ σπονδείους τοὺς ἐμπίπτοντας ἐν τοῖς ἰαμβικοῖς καὶ τοῖς τροχαϊκοῖς παρὰ τάξιν παραλαμβάνουσιν ἐν ταῖς μέσαις συζυγίαις, τῇ τροχαϊκῇ καὶ τῇ ἰαμβικῇ. Εὔπολις δὲ ἐν τοῖς Ἀστρατεύτοις καὶ ἀτακτοτάτως συνέθηκε τὸ εἶδος· πῆ μὲν γὰρ τοιαῦτα ποιεῖ ( 37 )εἰ δυνατόν, καὶ μή τι μεῖζον πράττουσα τυγχάνει,
(23)
Καὶ τὸ ἐκ τῶν ἀντισπαστικῶν δὲ καταληκτικῶν διμέτρων δικατάληκτον, ὃ Φερεκράτης ἑνώσας σύμπτυκτον ἀνάπαιστον καλεῖ ἐν τῇ Κοριαννοῖ ( 79 )συμπτύκτοις ἀναπαίστοις.
(24)
Καὶ τὸ ἐκ τῶν ἰαμβικῶν ἑφθημιμερῶν δικατάληκτον Καλλίμαχος ( epigr. 39 , 1 )(25)
Καὶ τὸ ἐξ ἰθυφαλλικῶν δύο ἡ Σαπφὼ πεποίηκε ( 84 )(26)
Καὶ τὸ ἐκ χοριαμβικῶν ἑφθημιμερῶν τῶν εἰς τὴν ἰαμβικὴν κατάκλειδα, ἡ αὐτὴ ποιήτρια ( Sapph. 99 ),ἐκτετέλεστ’, ἔχης δὲ παρθένον, ἂν ἄραο·
Enchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.