Περὶ πολυσχηματίστων.
(1)
Πολυσχημάτιστα δὲ καλεῖται ὅσα κατ’ ἐπιλογισμὸν μὲν οὐδένα πλῆθος ἐπιδέχεται σχημάτων, κατὰ προαίρεσιν δὲ ἄλλως τῶν χρησαμένων ποιητῶν· τούτων δ’ ἐπισημότατά ἐστι τάδε.(2)
Τὸ Πριάπειον, οὐ μόνον ἰαμβικῇ τῇ δευτέρᾳ χρώμενον, ἀλλὰ καὶ χοριαμβικῇ· καὶ τὸν ἀντίσπαστον ἔσθ’ ὅτε, τὸν πρῶτον τοῦ παντὸς μέτρου, εἰς σπονδεῖον περαιοῦσιν, ἐάν τε ἀπὸ ἰάμβου ἄρχηται, ἐάν τε ἀπὸ τροχαίου, κατὰ τὸ δεδομένον, ἐάν τε ἀπὸ σπονδείου, οἷον παρ’ Εὐφορίωνι τῷ Χερρονησιώτῃ ( Meineke: Anal. Alex. p. 341 )κἀγὼ δ’ ἐξ εὐεργεσίης ὡργιασμένος ἥκω,
ὁδεύων Πηλουσιακὸν κνεφαῖος παρὰ τέλμα.
(3)
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν Γλυκωνείων τοιαῦτα σχήματα παραλαμβάνεται, οἷον ἐν τοῖς Κορίννης ( 20 )Ταναγρίδεσσι λευκοπέπλοις.
μέγα δ’ ἐμὴ γέγαθε πόλις
λιγουροκωτίλαις ἐνοπαῖς.
κατὰ μὲν βριμούμενοι. ―
πόλιν δ’ ἐπράθομεν. ―
† προφανεὶς· γλούκου δέ τις ᾄδων. ―
πελέκεσσι δονεῖται. ―
(4)
Τάχα δὲ καὶ τὸ κωμικόν [τὸ] καλούμενον ἐπιωνικὸν πολυσχημάτιστον συνέθεσαν· μάλιστα δ’ ἐν αὐτῷ ἀταξία πολλή, ἡ τοὺς σπονδείους ἐπ’ ἀρτίου χώρας ἔχουσα τῶν ἰαμβικῶν συζυγιῶν, οἷον παρ’ Εὐπόλιδι ἐν Χρυσῷ Γένει ( 290 )ὡς εὐδαίμων πρότερόν τ’ ἦσθα, νῦν δὲ μᾶλλον ἔσῃ.
(5)
Καὶ τὸ Εὐπολίδειον [τὸ] καλούμενον ἐπιχοριαμβικὸν πολυσχημάτιστόν ἐστιν, ἐν ᾧ τὰς τροχαϊκὰς παρὰ τάξιν ποιοῦσι δέχεσθαι τὸν σπονδεῖον· ― ἐνίοτε δὲ καὶ ἀντισπαστικὸν καθαρὸν ποιοῦσιν ― οἷον(6)
Καὶ τὸ Κρατίνειον δὲ τὸ ἀσυνάρτητον ἐκ χοριαμβικοῦ καὶ τροχαικοῦ πολυσχημάτιστόν ἐστιν. ἀρκέσει τοῦτο δεῖξαι ἡ παράβασις ἡ ἐν τοῖς Ἀστρατεύτοις Εὐπόλιδος πᾶσα, ἵνα μὴ νῦν μηκύνωμεν παραδείγματα παρατιθέμενοι.Enchridion de Metris. Hephestion. ed. Maximilian Consbruch. Leipzig. 1906.
Funding provided by Center for Hellenic Studies.