[166 N.]
— — 47 τοῦ αὐτοῦ. τῶν ἡμαρτημένων ἄνθρωποι μεμνέαται μᾶλλσν ἢ τῶν εὖ πεποιημένων. καὶ γὰρ δίκαιον οὕτως· ὥσπερ 〈γὰρ τὸν〉 τὰς παρακαταθήκας ἀποδιδόντα οὐ χρὴ ἐπαινεῖσθαι, τὸν δὲ μὴ ἀποδιδόντα κακῶς ἀκούειν καὶ πάσχειν, οὕτω καὶ τὸν ἄρχοντα. οὐ γὰρ ἐπὶ τούτῳ ἡιρέθη ὡς κακῶς ποιήσων, ἀλλ’ ὡς εὖ [ vgl. B 253 ].Fragmenta. Democritus. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.