[167 N.]
— — 48 τοῦ αὐτοῦ. οὐδεμία μηχανὴ τῷ νῦν καθεστῶτι ῥυθμῷ μὴ οὐκ ἀδικεῖν τοὺς ἄρχοντας, ἣν καὶ πάνυ ἀγαθοὶ ἔωσιν. οὐδενὶ γὰρ ἄλλῳ ἔοικεν ἢ ἑωυτῷ τὸν 〈* * *〉 αὐτὸν ἐφ’ ἑτέροισι γίγνεσθαι· δεῖ δέ κως οὕτω καὶ ταῦτα κοσμηθῆναι, ὅκως ὁ μηδὲν ἀδικέων, ἣν καὶ πάνυ ἐτάζῃ τοὺς ἀδικέοντας, μὴ ὑπ’ ἐκείνους γενήσεται, ἀλλά τις ἢ θεσμὸς ἡ τι ἄλλο ἀμυνεῖ τῷ τὰ δίκαια ποιεῦντι.Fragmenta. Democritus. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.