[43 N.]
STOB. IV 5, 46 τοῦ αὐτοῦ. μηδέν τι μᾶλλον τοὺς ἀνθρώπους αἰδεῖσθαι ἑωυτοῦ μηδέ τι μᾶλλον ἐξεργάζεσθαι κακόν, εἰ μέλλει μηδεὶς εἰδήσειν ἢ 〈εἰ〉 οἱ πάντες ἄνθρωποι· ἀλλ’ ἑωυτὸν μάλιστα αἰδεῖσθαι, καὶ τοῦτον νόμον τῇ ψυχῇ καθεστάναι, ὥστε μηδὲν ποιεῖν ἀνεπιτήδειον.Fragmenta. Democritus. ed. Hermann Diels. Berlin. 1922.
Funding provided by Center for Hellenic Studies.