Ἐξ οὖ δὴ κατακλυσμὸς ἐπὶ προτέρους γένετ᾿ ἄνδρας.
Καὶ βασίλευσε Κρόνος καὶ Τιτὰν Ἰαπετός τε,
Γαίης τέκνα φέριστα καὶ Οὐρανοῦ οὓς ἐκάλεσσαν
Ἄνθρωποι, Γαῖάν τε καὶ Οὐρανὸν οὔνομα θέντες,
Οὕνεκα οἱ πρώτιστοι ἔσαν μερόπων ἀνθρώπων· τοὺς δ᾿ ἐπ᾿ ἰσχύϊ, ὡς Ἡρακλέα καὶ Περσέα, τοὺς δ᾿ ἐπὶ τέχνῃ, ὡς Ἀσκληπιόν;
Κρῆτες ἐτεκτήναντο· σὺ δ᾿ οὐ θάνες. Πιστεύων Καλλίμαχε ταῖς γοναῖς τοῦ Διὸς ἀπιστεῖς αὐτοῦ τῷ τάφῳ, καὶ νομίζων ἐπισκιάσειν τἀληθὲς καὶ τοῖς ἀγνοοῦσι κηρύσσεις τὸν τεθνηκότα· κἂν μὲν τὸ ἄντρον βλέπῃς, τὸν Ῥέας ὑπομιμνήσκῃ τόκον, ἂν δὲ τὴν σορὸν ἴδῃς, ἐπισκοτεῖς τῷ τεθνηκότι, οὐκ εἰδὼς ὅτι μόνος ἀίδιος ὁ ἀγένητος θεός. Ἢ γὰρ ἄπιστοι οἱ ὑπὸ τῶν πολλῶν καὶ ποιητῶν λεγόμενοι μῦθοι περὶ τῶν θεῶν καὶ περισσὴ ἡ περὶ αὐτοὺς εὐσέβεια (οὐ γὰρ εἰσὶν ὧν ψευδεῖς οἱ λόγοι), ἢ εἰ ἀληθεῖς αἱ γενέσεις, οἱ ἔρωτες, αἱ μιαιφονίαι, αἱ κλοπαί, αἱ ἐκτομαί, οἱ κεραυνοί, οὐκέτ᾿ εἰσί, παυσάμενοι εἶναι, ἐπεὶ καὶ ἐγένοντο οὐκ ὄντες.
Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Francis Andrew March, ed. William Baxter Owen. New York. 1876.