Καὶ τότε δὴ δεκάτη γενεὴ μερόπων ἀνθρώπων,
Ἐξ οὗ δὴ κατακλυσμὸς ἐπὶ προτέρους γένετ᾿ ἄνδρας.
Καὶ βασίλευσε Κρόνος καὶ Τιτὰν Ἰαπετός τε,
Γαίης τέκνα φέριστα καὶ Οὐρανοῦ οὓς ἐκάλεσσαν
Ἄνθρωποι, Γαῖάν τε καὶ Οὐρανὸν οὔνομα θέντες,
Οὕνεκα οἱ πρώτιστοι ἔσαν μερόπων ἀνθρώπων· τοὺς δ᾿ ἐπ᾿ ἰσχύϊ, ὡς Ἡρακλέα καὶ Περσέα, τοὺς δ᾿ ἐπὶ τέχνῃ, ὡς Ἀσκληπιόν; Οἷς μὲν οὖν ἢ αὐτοὶ οἱ ἀρχόμενοι τιμῆς μετεδίδοσαν ἢ αὐτοὶ οἱ ἄρχοντες, οἱ μὲν φόβῳ, οἱ δὲ καὶ 34.B αἰδοῖ μετεῖχον τοῦ ὀνόματος. Καὶ Ἀντίνους φιλανθρωπίᾳ τῶν ὑμετέρων προγόνων πρὸς τοὺς ὑπηκόους ἔτυχε νομίζεσθαι θεός. Οἱ δὲ μετ᾿ αὐτοὺς ἀβασανίστως παρεδέξαντο.
Κρῆτες ἀεὶ ψεῦσται· καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο
Κρῆτες ἐτεκτήναντο· σὺ δ᾿ οὐ θάνες. Πιστεύων Καλλίμαχε ταῖς γοναῖς τοῦ Διὸς ἀπιστεῖς αὐτοῦ τῷ τάφῳ, καὶ νομίζων ἐπισκιάσειν τἀληθὲς καὶ τοῖς ἀγνοοῦσι κηρύσσεις τὸν τεθνηκότα· κἂν μὲν τὸ ἄντρον βλέπῃς, τὸν Ῥέας 34.C ὑπομιμνήσκῃ τόκον, ἂν δὲ τὴν σορὸν ἴδῃς, ἐπισκοτεῖς τῷ τεθνηκότι, οὐκ εἰδὼς ὅτι μόνος ἀΐδιος ὁ ἀγένητος θεός. Ἢ γὰρ ἄπιστοι οἱ ὑπὸ τῶν πολλῶν καὶ ποιητῶν λεγόμενοι μῦθοι περὶ τῶν θεῶν καὶ περισσὴ ἡ περὶ αὐτοὺς εὐσέβεια (οὐ γὰρ εἰσὶν ὧν ψευδεῖς οἱ λόγοι), ἢ εἰ ἀληθεῖς αἱ γενέσεις, οἱ ἔρωτες, αἱ μιαιφονίαι, αἱ κλοπαί, αἱ ἐκτομαί, οἱ κεραυνοί, οὐκέτ᾿ εἰσί, παυσάμενοι εἶναι, ἐπεὶ καὶ ἐγένοντο οὐκ ὄντες. Τίς γὰρ τοῖς μὲν πιστεύειν λόγος, τοῖς δὲ ἀπιστεῖν, ἐπὶ τὸ σεμνότερον 34.D περὶ αὐτῶν τῶν ποιητῶν ἱστορηκότων; Οὐ γὰρ ἂν δι᾿ οὓς ἐνομίσθησαν θεοί, σεμνοποιήσαντας τὴν κατ᾿ αὐτοὺς ἱστορίαν, οὗτοι τὰ πάθη τὰ αὐτῶν ἐψεύσαντο. Ὡς μὲν οὖν οὐκ ἐσμὲν ἄθεοι, θεὸν ἄγοντες τὸν ποιητὴν τοῦδε τοῦ παντὸς καὶ τὸν παρ᾿ αὐτοῦ λόγον, κατὰ δύναμιν τὴν ἐμήν, εἰ καὶ μὴ πρὸς ἀξίαν, ἐλήλεγκται.
Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Johann Karl Theodor von Otto. Jena. 1857.