Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Johann Karl Theodor von Otto. Jena. 1857.
Table of Contents
Search the Perseus Catalog for:
Search the Perseus Catalog for:
Ἔτι δὲ καὶ τροφὰς καὶ μίξεις λογοποιοῦσιν ἀθέους
35.A
καθ᾿ ἡμῶν, ἵνα τε μισεῖν νομίζοιεν μετὰ λόγου καὶ οἰόμενοι τῷ δεδίττεσθαι ἢ τῆς ἐνστάσεως ἀπάξειν ἡμᾶς τοῦ βίου ἢ πικροὺς καὶ ἀπαραιτήτους τῇ τῶν αἰτιῶν ὑπερβολῇ τοὺς ἄρχοντας παρασκευάσειν, πρὸς εἰδότας παίζοντες ὅτι ἄνωθέν πως ἔθος, καὶ οὐκ ἐφ᾿ ἡμῶν μόνον, κατά τινα θεῖον νόμον καὶ λόγον παρηκολούθηκε, προσπολεμεῖν τὴν κακίαν τῇ ἀρετῇ. Οὕτω καὶ Πυθαγόρας μὲν ἅμα τριακοσίοις ἑτέροις κατεφλέχθη πυρί, Ἡράκλειτος δὲ καὶ Δημόκριτος, ὁ μὲν τῆς Ἐφεσίων πόλεως ἠλαύνετο,
35.B
ὁ δὲ τῆς Ἀβδηριτῶν, ἐπικατηγορούμενος μεμηνέναι, καὶ Σωκράτους Ἀθηναῖοι θάνατον κατέγνωσαν. Ἀλλ᾿ ὡς ἐκεῖνοι οὐδὲν χείρους εἰς ἀρετῆς λόγον διὰ τὴν τῶν πολλῶν δόξαν, οὐδ᾿ ἡμῖν οὐδὲν ἐπισκοτεῖ πρὸς ὀρθότητα βίου ἡ παρά τινων ἄκριτος βλασφημία· εὐδοξοῦμεν γὰρ παρὰ τῷ θεῷ. Πλὴν ἀλλὰ καὶ πρὸς ταῦτα ἀπαντήσω τὰ ἐγκλήματα. Ὑμῖν μὲν οὖν καὶ δι᾿ ὧν εἴρηκα εὖ οἶδα ἀπολελογῆσθαι ἐμαυτόν. Συνέσει γὰρ πάντας
35.C
ὑπερφρονοῦντες, οἷς ὁ βίος ὡς πρὸς στάθμην τὸν θεὸν κανονίζεται, ὅπως ἀνυπαίτιος καὶ ἀνεπίληπτος ἕκαστος ἡμῶν ἄνθρωπος αὐτῷ γένοιτο, ἴστε τούτους μηδ᾿ εἰς ἔννοιάν ποτε τοῦ βραχυτάτου ἐλευσομένους ἁμαρτήματος. Εἰ μὲν γὰρ ἕνα τὸν ἐνταῦθα βίον βιώσεσθαι πεπείσμεθα, κἂν ὑποπτεύειν ἐνῆν δουλεύοντας σαρκὶ καὶ αἵματι ἢ κέρδους ἢ ἐπιθυμίας ἐλάττους γενομένους ἁμαρτεῖν· ἐπεὶ δὲ ἐφεστηκέναι μὲν οἷς ἐννοοῦμεν, οἷς λαλοῦμεν, καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν τὸν θεὸν οἴδαμεν, πάντα δὲ φῶς αὐτὸν ὄντα καὶ τὰ ἐν τῇ καρδίᾳ ἡμῶν ὁρᾶν, πεπείσμεθα τοῦ ἐνταῦθα ἀπαλλαγέντες βίου βίον ἕτερον βιώσεσθαι,
35.D
ἀμείνονα ἢ κατὰ τὸν ἐνθάδε καὶ ἐπουράνιον, οὐκ ἐπίγειον (ὡς ἂν μετὰ θεοῦ καὶ σὺν θεῷ ἀκλινεῖς καὶ ἀπαθεῖς τὴν ψυχήν, οὐχ ὡς σάρκες, κἂν ἔχωμεν, ἀλλ ὡς οὐράνιον πνεῦμα, μενοῦμεν), ἢ συγκαταπίπτοντες τοῖς λοιποῖς χείρονα καὶ διὰ πυρός· οὐ γὰρ καὶ ἡμᾶς ὡς πρόβατα ἢ ὑποζύγια, πάρεργον καὶ ἵνα ἀπολοίμεθα καὶ ἀφανισθείημεν, ἔπλασεν ὁ θεός. Ἐπὶ τούτοις οὐκ εἰκὸς ἡμᾶς ἐθελοκακεῖν, οὐδ᾿ αὐτοὺς τῷ μεγάλῳ παραδιδόναι κολασθησομένους δικαστῇ.
Current edition Perseus
Supplicatio Pro Christianis (Greek) (Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.)
Editions (1)
Supplicatio Pro Christianis Perseus (Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.) — 31 focus
[154] Ἔτι δὲ καὶ τροφὰς καὶ μίξεις λογοποιοῦσιν ἀθέους καθ᾿ ἡμῶν, ἵνα τε μισεῖν νομίζοιεν μετὰ λόγου καὶ οἰόμενοι τῷ δεδίττεσθαι ἢ τῆς ἐνστάσεως ἀπάξειν ἡμᾶς τοῦ βίου ἢ πικροὺς καὶ ἀπαραιτήτους τῇ τῶν αἰτιῶν ὑπερβολῇ τοὺς ἄρχοντας παρασκευάσειν, πρὸς εἰδότας παίζοντες ὅτι ἄνωθέν πως ἔθος, καὶ οὐκ ἐφ᾿ ἡμῶν μόνον, κατά τινα θεῖον νόμον καὶ λόγον παρηκολούθηκε, προσπολεμεῖν τὴν κακίαν τῇ ἀρετῇ.
[155] Οὕτω καὶ Πυθαγόρας μὲν ἅμα τριακοσίοις ἑτέροις κατεφλέχθη πυρί, Ἡράκλειτος δὲ καὶ Δημόκριτος, ὁ μὲν τῆς Ἐφεσίων πόλεως ἠλαύνετο, ὁ δὲ τῆς Ἀβδηριτῶν, ἐπικατηγορούμενος μεμηνέναι, καὶ Σωκράτους Ἀθηναῖοι θάνατον κατέγνωσαν. Ἀλλ᾿ ὡς ἐκεῖνοι οὐδὲν χείρους εἰς ἀρετῆς λόγον διὰ τὴν τῶν πολλῶν δόξαν, οὐδ᾿ ἡμῖν οὐδὲν ἐπισκοτεῖ πρὸς ὀρθότητα βίου ἡ παρά τινων ἄκριτος βλασφημία· εὐδοξοῦμεν γὰρ παρὰ τῷ θεῷ.
[156] Πλὴν ἀλλὰ καὶ πρὸς ταῦτα ἀπαντήσω τὰ ἐγκλήματα. Ὑμῖν μὲν οὖν καὶ δι᾿ ὦν εἴρηκα εὖ οἶδα ἀπολελογῆσθαι ἐμαυτόν. Συνέσει γὰρ πάντας ὑπερφρονοῦντες, οἷς ὁ βίος ὡς πρὸς στάθμην τὸν θεὸν κανονίζεται, ὅπως ἀνυπαίτιος καὶ ἀνεπίληπτος ἕκαστος ἡμῶν ἄνθρωπος αὐτῷ γένοιτο, ἴστε τούτους μηδ᾿ εἰς ἔννοιάν ποτε τοῦ βραχυτάτου ἐλευσομένους ἁμαρτήματος.
[157] Εἰ μὲν γὰρ ἕνα τὸν ἐνταῦθα βίον βιώσεσθαι πεπείσμεθα, κἂν ὑποπτεύειν ἐνῆν δουλεύοντας σαρκὶ καὶ αἵματι ἢ κέρδους ἢ ἐπιθυμίας ἐλάττους γενομένους ἁμαρτεῖν· ἐπεὶ δὲ ἐφεστηκέναι μὲν οἷς ἐννοοῦμεν, οἷς λαλοῦμεν, καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν τὸν θεὸν οἴδαμεν, πάντα δὲ φῶς αὐτὸν ὄντα καὶ τὰ ἐν τῇ καρδίᾳ ἡμῶν ὁρᾶν, πεπείσμεθα τοῦ ἐνταῦθα ἀπαλλαγέντες βίου βίον ἕτερον βιώσεσθαι, ἀμείνονα ἢ κατὰ τὸν ἐνθάδε καὶ ἐπουράνιον, οὐκ ἐπίγειον (ὡς ἂν μετὰ θεοῦ καὶ σὺν θεῷ ἀκλινεῖς καὶ ἀπαθεῖς τὴν ψυχήν, οὐχ ὡς σάρκες, κἂν ἔχωμεν, ἀλλ᾿ ὡς οὐράνιον πνεῦμα, μενοῦμεν), ἢ συγκαταπίπτοντες τοῖς λοιποῖς χείρονα καὶ διὰ πυρός· οὐ γὰρ καὶ ἡμᾶς ὡς πρόβατα ἢ ὑποζύγια, πάρεργον καὶ ἵνα ἀπολοίμεθα καὶ ἀφανισθείημεν, ἔπλασεν ὁ θεός. Ἐπὶ τούτοις οὐκ εἰκὸς ἡμᾶς ἐθελοκακεῖν, οὐδ᾿ αὐτοὺς τῷ μεγάλῳ παραδιδόναι κολασθησομένους δικαστῇ.