Σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατ᾿ οὐδὲ τράπεζαν,
Τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν. Τοιοῦτος ὢν εἰκότως μὲν ἐμαίνετο, εἰκότως δὲ ἀνάψας πυρὰν κατέκαυσεν ἑαυτόν.
Πατὴρ ἀνδρῶν τε θεῶν τε
Χώσατ᾿, ἀπ᾿ Οὐλύμπου δὲ βαλὼν ψολόεντι κεραυνῷ
Ἔκτανε Λητοΐδην φίλον, σὺν θυμὸν ὀρίνων. Πίνδαρος δέ·
Ἀλλὰ κέρδει καὶ σοφία δέδεται.
Ἔτραπε κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶ φανείς.
Χερσὶ δ᾿ ἄρα Κρονίων ῥίψας δι᾿ ἀμφοῖν ἀμπνοὰν στέρνων καθεῖλεν
Ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκηψε μόρον.
(Ὧ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,
Ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ᾿ ἔχει,
Οὐ παῖδες. Ἀνεπιδεὲς γὰρ καὶ κρεῖττον ἐπιθυμίας τὸ θεῖον.) οὔτε ἀπέθνησκον· ἢ ἄνθρωποι γεγονότες καὶ πονηροὶ δι᾿ ἀμαθίαν ἦσαν καὶ χρημάτων ἐλάττους.
Πόντου πλάνητες Λευκοθέαν ἐπώνυμον, καὶ τὸν παῖδα αὐτῆς;
Σεμνὸς Παλαίμων ναυτίλοις κεκλήσεται.
Legatio sive Supplicatio pro Christianis. Athenagoras. ed. Francis Andrew March, ed. William Baxter Owen. New York. 1876.