τινος εἶναι φύσεως καὶ ὑφ’ ἓν ἀνάγεσθαι γένος (πῶς γὰρ ἄν καὶ καὶ διὰ τοῦτο οὐδ’ ὡρισμένα εἰσὶν ἀλλ’ οἷον αἱ ἀποφάσεις, τουτέστιν ἀόριστα (καὶ γὰρ αἱ ἀποφάσεις ἀόριστοί εἰσιν· ἡ λέγουσα ἀπόφασις ῾τόδε οὐ λευκόν ἐστιν᾿ ἀόριστος), ἐπεὶ γοῦν τὰ μέν εἰσι κοινὰ καὶ ἀόριστα, εἰσὶ δέ τινα καὶ μὴ κοινὰ ἀλλ’ ἴδιά τινος ἐπιστήμης,
δυνατόν ἐστιν ἐκ τούτων τῶν κοινῶν περὶ πάντων πεῖραν λαμβάνειν, καὶ ἔστι τις τέχνη ἡ ἀπὸ τῶν κοινῶν ἐπιχειροῦσα, καθὸ ὁμιλεῖ τε καὶ ἐρωτᾷ, οὐχὶ τοιαύτη δὲ οἷαί εἰσιν αἱ ἐπιστημονικαί. τὸ δὲ διόπερ ὁ ἐριστικὸς οὐκ ἔστιν οὕτως ἔχων καὶ τὰ ἑξῆς ἀποδοθήσεται μὲν καὶ πρὸς τὰ ἄνωθεν εἰρημένα· ἔλεγε γὰρ ἐν τοῖς προλαβοῦσιν, 2 ὅτι ὁ ἐριστικὸς περὶ πολλὰ καταγίνεται ὡς ὁ διαλεκτικός, καὶ ὅτι οὐκ ἔχει ὁμοιότητα πρὸς τὸν διαλεκτικὸν τὴν αὐτὴν ἣν ὁ ψευδογραφῶν ὦν πρὸς τὸν γεωμέτρην, καὶ διὰ τοῦτο εὑρίσκεται καὶ ἐν τοῖς μαθήμασι. ῥηθήσεται δὲ καὶ πρὸς τὰ προσεχῶς εἰρημένα συναπτόμενον. καὶ ἔστι τὸ λεγόμενον
τοιοῦτον, ὅτι οὐκ ἔστιν ὁ ἐριστικὸς οὕτως ἔχων πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογραφῶν πρὸς τὸν γεωμέτρην· εἰ γὰρ ἦν τοῦτο καὶ ἦσαν ὡρισμένα αὐτοῦ τὰ ὑποκείμενα ὥσπερ δὴ καὶ τὰ τοῦ ψευδογραφοῦντος, οὐκ ἄν ἠδύνατο περὶ παντὸς τοῦ προτιθεμένου παραλογίζεσθαι· νῦν δὲ διὰ τοῦτο συμβαίνει ἀπατητικὸν εἶναι αὐτόν, διὰ τὸ περὶ πάντων ἐπιχειρεῖν.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.