ἐπιστήμη ἐστί.
τούτου φίλῃ ἢ οὔ;’ καὶ ἱεῖ μὲν ἐμοίχευσας, ἕπεται τόδε, εἰ δὲ μή, τόδε.’ ὅτι δ’ ἅπαντες μετέχουσι τῶν κοινῶν, σημεῖόν φησιν εἶναι τὸ πάντας μέχρι τινὸς καὶ ὑπέχειν λόγον καὶ ἀπολογεῖσθαι ἐπιχειρεῖν. τὸ δὲ τρόπον τιν’ ἁ προσέθηκε δεικνύων ὅτι τὰ κοινὰ ταῦτα, κἄν εἰ ἅπαντες γινώσκωσιν, ἀλλ’ οὖν οὐχ ὁμοίως· ὁ μὲν γὰρ διαλεκτικὸς οἶδεν ὅτι τὸ ἐρωτώμενον
ἀντίφασις, καὶ ὡς ἀνάγκη θάτερον εἶναι ἀληθές· ὁ δὲ πολὺς 3 ὄχλος ἀτέχνως προίσχεται τὴν ἐρώτησιν. περὶ δὲ τῆς ἀτέχνου ταύτης πειραστικῆς καὶ ἐν τοῖς εἰς τὴν ῾Ρητορικὴν πονηθεῖσι διειλήφειμεν. τὰ γοῦν κοινὰ ὄνια, εἰ καὶ ἀνεπιστήμονές εἰσι καὶ δοκοῦσιν ἔξω λέγειν τῆς ἐπιστήμης, ἀλλ’ οὖν ἴσασιν οἱ πολλοί, [καὶ] κἄν ἀτέχνως μετέχωσι
λέγουσι γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὴν ἀντίφασιν, ἧς ἐντέχνως μετέχει ὁ διαλεκτικός.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.