τὸν σοφιστικὸν καὶ ἐριστικὸν διελὼν καὶ διαφορὰν ἑκατέρου ἀποδούς, νῦν μέλλων εἰπεῖν, πῶς οἱ σοφισταὶ ἐλέγχουσί τινα ψευδόμενον ἢ παράδοξα λέγοντα ἡ ἀδολεσχοῦντα ἢ σολοικίζοντα, πρῶτον τοῦτο λέγει, ὅτι ὁ διαλεκτικὸς δύναται θεωρῆσαι περὶ τῶν σοφισμάτων καὶ διακρῖναι ταῦτα καὶ ἐλέγξαι σοφίσματα ὄντα. τὸ γὰρ τάττειν τὰς προτάσεις καὶ συντιθέναι
τῆς διαλεκτικῆς ἐστιν· εἰ γοῦν τοῦτο τῆς διαλεκτικῆς, λοιπὸν αὐτῆς καὶ τὸ κρίνειν τὰ σοφίσματα. ἅπασαν τοίνυν τὴν περὶ τῶν σοφιστικῶν ἐλέγχων θεωρίαν ἡ διαλεκτικὴ μέθοδος κέκτηται.
In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.