τὸ εἶναι μὴ τόδε ἕτερον ὂν τοῦ μὴ εἶναι τόδε, νῦν καὶ ἄλλο τι προστίθησι, δι’ οὗ δείκνυσιν, ὅτι μὴ ταὐτά ἐστιν ἀλλήλοις τό τε εἶναι μὴ τόδε
καὶ τὸ μὴ εἶναι τόδε. τῷ μὲν γὰρ ‘ἔστιν οὐ τόδε᾿ ὑπόκειταί τι· ὁ γὰρ λέγων ‘ἔστιν οὐκ ἴσον’ εἶναι μέν τι λέγει καὶ κατηγορεῖ τινος τὸ εἶναι, οὐ μὴν ἴσον αὐτό φησιν εἶναι. ὁ γὰρ λέγων ‘ἔστιν οὐκ ἴσον’ τιθείς τι εἶναι τὸ ἴσον
αὐτοῦ χωρίζει· κατὰ ὡρισμένου γάρ τινος ἡ τοιαύτη κατηγορία καὶ ὑποκειμένου· οὐ γὰρ ἀληθὲς κατὰ τοῦ μηδ’ ὅλως ὄντος ὄντος κατηγορῆ σαι τὸ 2
‘ἔστιν οὐκ ἴσον᾿. τῷ δὲ ‘οὐκ ἔστιν ἴσον’ οὐδὲν ὑπόκειται ὡρισμένον ὅτι καὶ ἐπὶ ὄντος καὶ μὴ ὄντος λέγεσθαι δύναται· τὸ γὰρ ‘ούκ ἔστιν ἴσον᾿ οὐκ ἐπὶ ὄντων μόνον ἀληθεύεται ἢ ποσῶν, οἷον τῶν ἀνίσων, ἀλλὰ καὶ ἐπὶ μὴ ὄντων πάντων· ἐπὶ παντὸς γὰρ μὴ ὄντος ἀληθὲς τὸ μὴ εἶναι αὐτὸ ἴσον. διὸ τὸ μὲν ἴσον ἢ οὐκ ἴσον ἐπὶ παντὸς διαιρεῖ τὸ ἀληθές τε καὶ ψεῦδος
ὄντος τε ὁμοίως καὶ μὴ ὄντος· ἀντίφασις γάρ ἐστιν. ἴσον δὲ καὶ ἄνισον, ᾧ ὅμοιον τὸ ‘ἔστιν οὐκ ἴσον’, οὐκ ἐπὶ παντὸς διαιρεῖ τό τε ἀληθές τε καὶ τὸ ψεῦδος, ἀλλ’ ἐπὶ ὄντων τε καὶ ποσῶν.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.