εἶναι ἔχοντα προσκείμενον καὶ τὰ μὴ τούτῳ ἔχοντα συντεταγμένον αὐτό,
δείκνυσι καὶ ἐκ τοῦ μὴ ἅμ αὐτὰ ἀληθῆ εἶναι προχειρισάμενος προτάσεις οὕτως ἐχούσας τήν τε ἔστιν οὐ λευκὸν ξύλον καὶ τὴν οὐκ ἔστι λευκὸν ξύλον. ἡ μὲν γὰρ λέγουσα ἔστιν οὐ λευκὸν ξύλον ἀληθής ἐστιν ἐπὶ ξύλου μὴ λευκοῦ· τίθησι γὰρ εἶναι τὸ ξύλον· ἡ δὲ λέγουσα οὐκ ἔστι
ξύλον λευκὸν ἀληθὴς εἶναι δύναται καὶ μὴ ὄντος ξύλου. δείξας δὲ διὰ
τούτων, ὅτι μὴ ταὐτόν ἐστι τὸ ‘ἔστιν οὐ τοῦτο’ τῷ ‘οὐκ ἔστι τοῦτο’, μὴ ὂν δὲ τούτῳ ταὐτὸν ὄντι ἀποφατικῷ τὸ ‘ἔστιν οὐ τοῦτο’ οὐδ’ ἀπόφασις ἄν εἴη, ἀπ’ αὐτοῦ ἐπιφέρει καὶ δείκνυσιν, ὅτι κατάφασίς ἐστιν Λᾶν τὸ οὕτως λεγόμενον, καί φησιν
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.