παντὸς <τὸ A> λέγεσθαι, λέγεσθαι, τοῦτ’ ἔστι, καθ’ ὅσων τὸ Β λέγεται,
κατὰ πάντων λέγεσθαι καὶ τὸ Α.
ἔχουσί πως· ἐν γὰρ τῇ ‘καθ᾿ οὗ τὸ Β παντός, κατ’ ἐκείνου καὶ τὸ Α παντός᾿ ἐν τοῖς δύο ὅροις, τῷ τε Β καὶ τῷ Α, τοῖς ὡρισμένοις ἤδη πως
περιείληπται καὶ ὁ τρίτος, καθ’ οὗ τὸ Β κατηγορεῖται, πλὴν οὐχ ὁμοίως ἐκείνοις ὡρισμένος καὶ φανερός), ἐν δὴ ταῖς τοιαύταις προτάσεσιν, αἳ τῇ λέξει μόνον τῶν κατηγορικῶν διαφέρειν δοκοῦσιν, ὡς ἔδειξεν ἐν τῷ Περὶ
καταφάσεως ὁ Θεόφραστος, φησίν, ὅτι ἡ οὕτως λαμβανομένη, ὅτι καθ’ οὗ τὸ Β παντός, κατ’ ἐκείνου παντὸς τὸ Α, σημαίνει τὸ καθ’ ὅσων τὸ Β
λέγεται, κατὰ πάντων τούτων λέγεσθαι καὶ τὸ Α· τοῦτο γὰρ ἐδείχθη. διὸ εἰ μὲν εἴη τῷ Β τὸ κατὰ παντὸς προσκείμενον, καὶ τὸ Α κατὰ παντὸς ἔσται τοῦ Β· οὕτως δὲ καὶ καθ’ ὧν τὸ Β κατηγορεῖται, καὶ
τὸ Α κατηγορηθήσεται. εἰ δὲ μὴ εἴη τῷ Β τὸ κατὰ παντὸς προσκείμενον ἐν τῇ κατὰ πρόσληψιν προτάσει, ἀλλ’ ἀδιορίστως λαμβάνοιτο, οὐκέτι τὸ Α κατὰ παντὸς κατηγορηθήσεται τοῦ B. οὕτως δέ, ὃ ἄν προσληφθῇ, ἀσυλλόγιστος
ἡ συμπλοκή.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.