τὸ συμπέρασμα, διὰ τοῦτο προσέθηκε τούτου ὂν δηλωτικὸν τὸ καὶ εἰ μὲν κατὰ παντὸς τὸ Β, καὶ τὸ Α οὕτως· εἰ δὲ μὴ κατὰ παντός,
ὡς εἶναι τὴν τάξιν τοιαύτην ‘καθ᾿ ὅσων ἄν τὸ Β, κατὰ πάντων τὸ Α’, ἔπειτα ‘τὸ δὲ Β κατὰ τινὸς τοῦ Γ, καὶ τὸ Α ἄρα᾿ ἢ ‘τὸ δὲ Β κατὰ παντὸς τοὐ Γ, ὥστε καὶ τὸ Α’. τὸ δὲ οὐκ ἀνάγκη τὸ Α κατὰ παντὸς ἴσον
ἐστὶ τῷ ‘οὐδὲ τὸ Α κατὰ παντὸς συλλογιστικῶς τοῦ ὑπὸ τὸ B κατγορηθήσεται, εἰ τὸ Β αὐτῷ τινὶ ὑπάρχοι᾿. ὁ μέντοι Θεόφραστος ἐν τῷ Περὶ
καταφάσεως τὴν ‘καθ᾿ οὗ τὸ Β, τὸ Α’ ὡς ἴσον δυναμένην λαμβάνει τῇ ‘καθ᾿ οὗ παντὸς τὸ Β, κατ’ ἐκείνου παντὸς τὸ Α’.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.