καὶ ἔστιν αὕτη ἡ αὐτὴ τῇ ἐν ἀρχῇ εἰρημένῃ τῇ “ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει”. ἄν δὴ οὕτως ἡ πρότασις ληφθῇ ἀδιορίστως καὶ ᾖ ἀληθὴς τῷ τὴν ἐπὶ μέρους ἀληθῆ εἶναι τὴν ‘ᾧ τὸ Β τινί, τὸ Α παντί᾿, ὡς τὸ Β τινὶ τῷ Γ ὑπάρχειν, ἀλλὰ μὴ παντί· τοῦτο γὰρ δηλοῖ τὸ οὐδὲν κωλύει <, εἰ> τῷ Γ ὑπάρχει τὸ B μὴ παντὶ δέ, τὸ A ὅλως μὴ ὑπάρχειν· τότε γὰρ
ἔσται ἀσυλλόγιστος, ὅταν τὸ ἀδιορίστως εἰλημμένον τῷ ἐπὶ μέρους ἐφαρμόζῃ. τὸ γὰρ ‘ᾧ τὸ Β, τὸ Α παντί᾿ ἀσυλλόγιστον, ὅταν ἴσον ᾖ τῷ ’to τὸ Β τινί, 2 τὸ Α παντί᾿, ὃ ἴσον ἐστὶ τῷ ‘ᾧ τὸ Β, τὸ Α <παντί’>· τότε γὰρ γίνεται τὸ Α 3 τινὶ τῷ Β. τοῦτο δὲ γίνεται, ὅταν ἴσον ᾖ τὸ ‘ᾧ τὸ Β τινι], τὸ Α παντί᾿ ἀδιορίστως εἰρημένον τῷ ‘ᾧ τὸ Β τινί, τὸ Α παντί᾿, ὡς προείρηται, ὃ ἐδήλωσε διὰ τοῦ εἰ τῷ Γ ὑπάρχει τὸ Β, μή παντὶ δέ· γίνεται γὰρ
οὔσης ταύτης τοιαύτης ἡ μείζων ἡ Α Β ἐπὶ μέρους λαμβανομένη, ὡς προείρηται. καὶ ἐπέξεισι δὲ τὰ προειρημένα· οὕτως γὰρ ληφθείσης τῆς ΒΓ 4 οὐκέτ’ ἀληθὲς τὸ τὸ Α τῷ Γ ὑπάρχειν· οὕτως γὰρ ληφθεισῶν γίνεται ἡ μείζων, ὡς ἔφαμεν, ἐπὶ μέρους.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.