σημαίνῃ, οὐ γίνονται αἱ προτάσεις ἀμφότεραι ἐνδεχόμεναι, ἀλλ’ ἡ μὲν ἐλάτων ὑπάρχου|σα ἡ δὲ μείζων ἐνδεχομένη (ἡ δὲ τοιαύτη συζυγία μικτή), 2 ὅταν δὲ τὸ δεύτερον, ἀμφότεραι γίνονται ἐνδεχόμεναι. ἐπεὶ τοίνυν ἀεὶ πρὸ τῶν μικτῶν συζυγιῶν περὶ τῶν ὁμοιοσχημόνων λέγει, πρῶτόν φησι δεῖν
τὸν λόγον ποιεῖσθαι περὶ· τῶν ἐξ ἀμφοτέρων τῶν προτάσεων τῶν ἐνδεχομένων. χρησάμενος δὲ τῷ καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι ἐν τῇ δείξει τοῦ ὅτι
δύο ἐστὶ σημαινόμενα ὑπὸ τοῦ ‘τὸ Α παντὶ τῷ Β ἐνδέχεται᾿, ὅτι μὴ τι ἔδειξεν ἤ, ὃ προέθετο ἐδήλωσε. τὸ γὰρ καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι τῷ τὸ Α παντὶ τῷ Β ἐνδέχεσθαι ταὐτὸν σημαίνει, ὡς εἰρήκαμεν· τὸ γὰρ
‘καθ᾿ οὗ’ τοῦ καθόλου καὶ κατὰ παντός ἐστι δηλωτικόν· ὥστ’ εἰ δύο σημαίνεται ὑπὸ τῆς ‘καθ᾿ οὗ τὸ Β, κατ’ ἐκείνου παντὸς τὸ Α ἐνδέχεται᾿, ταὐτὰ ἄν δύο εἴη σημαινόμενα καὶ ὑπὸ τοῦ ‘τὸ Α παντὶ τῷ Β ἐνδέχεται᾿.
διὰ δὲ τούτων, ὅτι ἡ κατὰ πρόσληψιν λεγομένη πρότασις τὸ αὐτὸ δύναται τῇ κατηγορικῇ, δείκνυσιν. ἀλλ᾿ εἰ τὸ ‘καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεται᾿
διττόν ἐστιν, καὶ τὸ ‘καθ᾿ οὗ τὸ Β, τὸ Α ἐξ ἀνάγκης᾿ διπὸν ἔσται· ἢ γὰρ ‘καθ᾿ οὗ ὑπαρχόντως᾿ ἢ ‘καθ᾿ οὗ ἐξ ἀνάγκης᾿. εἰ δὲ τοῦτο, οὐκέτι ἔστι ἡ ‘τὸ Α κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης᾿ ἴση τῇ ‘καθ᾿ οὗ παντὸς τὸ Β, κατ’
ἐκείνου παντὸς τὸ Α ἐξ ἀνάγκης᾿, ὥς τινες λέγουσι τῶν δεικνύντων, ὅτι ἀληθὲς τὸ ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον
γίνεσθαι συμπέρασμα.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.