‘κατὰ παντὸς τούτου τοῦτο’, τὴν πρότασιν τὴν ‘τὸ Β παντὶ τῷ Γ ἐνδέχεται᾿ διὰ τοῦ ἴσον καὶ ταὐτὸν τούτῳ σημαίνοντος ἔλαβε· τοῦτο δ’ ἐστὶ τὸ καθ’ 2 οὗ τὸ Γ, τὸ Β ἐνδέχεται. ὁμοίως καὶ τὸ καθ᾿ οὗ τὸ, Β, τὸ Α· καὶ γὰρ 3 τοῦτο ἴσον ἐστὶ τῷ ‘κατὰ παντὸς τὸ Α τοῦ Β’. εἰπὼν δὲ δεῖν ἀπὸ τῶν ὁμοιοσχημόνων ἄρχεσθαι πρῶτον προσέθηκε τὸ καθάπερ ἐπὶ τῶν ἄλλων· καὶ γὰρ ἐπὶ τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου πρῶτον ἰδίᾳ περὶ
ἑκατέρου εἶπε καὶ περὶ τῶν ὁμοιοσχημόνων κατ’ ἐκεῖνα προτάσεων, εἶθ’ οὕτως περὶ τῶν μίξεων, ὃ καὶ περὶ τοῦ ἐνδεχομένου προτίθεται καὶ ποιήσει.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.