καὶ γὰρ καὶ τὸ νῦν λεγόμενον οὕτως ἔχει· ἐν τῷ πρώτῳ σχήματι μεῖζον μέν, ἐν ᾧ τὸ μέσον ἐστίν, ἔλαττον δὲ τὸ ὑπὸ τὸ μέσον·
ἦν γὰρ ἐν τούτῳ τῷ σχήματι ὁ μέσος τῷ μὲν ὑποκείμενος τοῦ δὲ κατηγορούμενος. ἐπεὶ ἔν γε τῷ δευτέρῳ σχήματι καὶ ὁ μείζων καὶ ὁ ἐλάττων ἐν τῷ μέσῳ εἰσίν· ὑπ’ οὐδένα γὰρ ὁ μέσος. ἀνάπαλιν δὲ ἐν τῷ τρίτῳ
ὁ μέσος οὐχ ὑπὸ τὸν μείζονα μόνον ἐστὶν ἀλλὰ καὶ ὑπὸ τὸν ἐλάττονα· οὐδεὶς γὰρ ἐν τῷ μέσῳ. σαφῶς δέ, ὅτι ὁ κατηγορούμενος ἐν τῷ συμπεράσματι οὗτος καὶ ἐν ταῖς προτάσεσι μείζων ἐστὶ καὶ παρὰ τοῦτον ἡ μείζων
πρότασις, εοειςεν.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.