τινὶ τῷ Γ.
ἔχων τὸ συμπέρασμα. εἰ γὰρ τὸ Β τινὶ τῷ Γ, τὶ τοῦ Γ ἐν ὅλῳ ἐστὶ τῷ Β· κατὰ παντὸς δὲ τοῦ Β τὸ Α· οὐδὲν ἄρα ἐστὶ τοῦ Β, καθ’ οὗ οὐ ῥηθήσεται τὸ Α· τὶ δὲ τοῦ Β ἐστὶ τὸ Γ· κατὰ τούτου ἄρα τὸ Α
ῥηθήσεται. ὁμοίως δὲ ἕξει καὶ ὁ τέταρτος ἀναπόδεικτος ὁ ἔχων τὴν μὲν
μείζονα καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικήν. εἰ γὰρ εἴη τι τοῦ Γ ἐν ὅλῳ τῷ Β, τὸ δὲ Β ἐν μηδενὶ τῷ Α, τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρξει. τὶ μὲν γὰρ τοῦ Γ ὑπὸ τὸ Β· οὐδὲν δ’ ἔστι τοῦ Β λαβεῖν, καθ’ οὗ τὸ Α ῥηθήσεται· ὥστε οὐδὲ κατὰ τινὸς τοῦ Γ ἐκείνου, ὃ 2 ἦν τι τοῦ Β. ὅμοιαι ταῖς τοιαύταις συναγωγαῖς γίνονται, καὶ εἰ ἀδιόριστον 3 καταφατικὴν τὴν ἐλάττονα ποιήσαιμεν, τηρήσαιμεν δὲ τὴν μείζονα ποτὲ μὲν
καθόλου καταφατικὴν ποτὲ δὲ καθόλου ἀποφατικήν. πάντες δὲ οἱ προειρημένοι τέλειοι · πάντες γὰρ τῷ κατὰ παντὸς μόνῳ ἢ κατὰ μηδενὸς προσ-
χρώμενοι, ὅ ἐστι κείμενον, φανερὰν τὴν συναγωγὴν ἔχουσιν.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.