ἔχωσιν οἱ ὅροι, ἀδύνατον.
ὅτι τὸ στερητικὸν μετατεθῇ, ὡς εἶναι ταύτην μὲν ἐπὶ μέρους ἀποφατικὴν τὴν δὲ μείζονα καθόλου μὲν ἢ καταφατικὴν δὲ ἢ ἀποφατικήν. τὸ δὲ
καὶ ἄλλως πως ἔχωσι δηλωτικόν ἐστι τοῦ ‘ἄν ἡ μὲν μείζων τὸ ἐπὶ 2 μέρους εἶναι μεταλάβῃ, ἡ δὲ ἐλάττων τὸ καθόλου᾿· οὕτως γὰρ ἐχουσῶν 3 οὐ γίνεται συλλογισμός. δύναται τὸ ὅταν δὲ πρὸς τὸ ἔλαττον καὶ ‘ὄταν πρὸς τὸ ἔλαττον τὸ καθόλου μετενεχθῇ’ . καὶ ὅσον γε ἐπὶ τοῖς ἐπιφερομένοις τοῦτ’ ἔστι τὸ λεγόμενον μᾶλλον. καὶ εἴη ἂν τὸ ἡ καὶ ἄλλως
πως ἔχωσιν οἱ ὅροι εἰρημένον ἐπὶ τῆς ἐλάττονος προτάσεως, ἄν μὴ
μεταλάβῃ μὲν αὕτη τὸ καθόλου, μένουσα δὲ ἐπὶ μέρους ἀποφατικὴ λήφθη.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.