προς τον ετερον.
λέγεται. οὐ γὰρ πᾶν ζῷον κατὰ ἀνθρώπου· μέρος γὰρ τοὐ ζῴου κατὰ
παντὸς ἀνθρώπου ἐν τῇ προτάσει τῇ λεγούσῃ ‘πᾶς ἄνθρωπος ζῷον᾿· τὶ γὰρ 2 ζῷον κατ’ ἀνθρώπου. ἀλλὰ καὶ ἡ ‘τὸ ζῷον κατὰ τινὸς ἐμψύχου’ ἔχει τὸν 3 μὲν καθόλου τῶν ὅρων τὸν δ’ ἐν μέρει· διὰ τοῦτο καὶ ἡ ἀντιστροφὴ τῆς τοιαύτης προτάσεως ἐπὶ μέρους γίνεται. ἵν’ οὖν ἐν συμπλοκῇ προτάσεων
δηλώσῃ τῶν ὅρων τὸ καθόλου καὶ ἐν μέρει καὶ μὴ ἐν προτάσει μιᾷ μηδ’
ἐν ἀντιστροφῇ προτάσεως, προσέθηκε τὸ πρ ὸς τὸν ἕτερον, τοῦτ’ ἔστιν ‘ὅταν οὖν καθόλου κατηγορῆταί τις ὅρος καὶ οὗτος ἄλλου τινὸς ἐπὶ μέρους κατηγορῆται᾿, ἢ ἔτι ἁπλούστερον ‘ὅταν ὁ αὐτὸς ὅρος πρὸς μὲν ἄλλον ὅρον καθόλου ᾖ πρὸς δὲ ἄλλον ἐπὶ μέρους ἐν τῇ προειρημένῃ συμπλοκῇ’· τοῦτον γὰρ τὸν τρόπον ἐπὶ μέρους αὐτοῦ λαμβανομένου γίνεται συζυγία καὶ συμπλοκὴ
προτάσεων. εἰρηκὼς δὲ περὶ τῶν συζυγιῶν τῶν ἐν τῷ πρώτῳ σχήματι ἐκ δύο καθόλου μεταβαίνει πάλιν ἐπὶ τὰς συζυγίας, ἐν αἷς ἡ ἑτέρα πρότασις ἐπὶ μέρους ἐστὶ τῆς ἑτέρας οὔσης καθόλου, καὶ δείκνυσι, τίνες εἰσὶν αἱ τοιαῦται, καὶ πόσαι καὶ ποῖαι αὐτῶν συλλογιστικαί. καὶ πρῶτόν γε ταύτας ἐκτίθεται. δύο δ’ εἰσὶν αἱ δόκιμοι καὶ ἐν ταῖς τοιαύταις συζυγίαις,
ἥ τε καθόλου καταφατικὴν τὴν μείζονα πρότασιν ἔχουσα τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικὴν καὶ ἡ τῆς ἐλάττονος οὔσης ἐπὶ μέρους καταφατικῆς τὴν μείζονα ἔχουσα καθόλου ἀποφατικήν, ὧν ἀμφοτέρων ὁμοῦ ἐμνημόνευσεν εἰπὼν ὅταν μὲν τὸ καθόλου τεθῇ πρὸς τὸ μεῖζον ἄκρον ἢ κατηγορικὸν ἢ στερητικόν, τὸ δ’ ἐν μέρει πρὸς τὸ ἔλαττον κατηγορικόν,
ἀνάγκη συλλογισμὸν εἶναι τέλειον. οὔσης μὲν γὰρ τῆς
μείζονος καθόλου τε καὶ καταφατικῆς ἐπὶ μέρους καταφατικὸν ἔσται τὸ συναγόμενον, καθόλου δὲ ἀποφατικῆς ληφθείσης ἐκείνης ἐπὶ μέρους ἀποφατικὸν συναχθήσεται. τῷ γὰρ δεῖν τὴν ἑτέραν ἐπὶ μέρους εἶναι εἰλῆφθαι δὲ τὴν μείζονα καθόλου πάντως ἡ ἐλάττων ἐπὶ μέρους ἔσται· εἴρηκε δέ,
ὅτι καὶ κατηγορική.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.