ἀναγκαῖον ἔχειν, ὡς εἴπομεν.
εἶναι. ὅτι μὲν οὖν, εἰ καθόλου καταφατικὸν εἴη συμπέρασμα, ἀνάγκη 2 ἐκ προτάσεων τοιούτων καὶ οὕτως κειμένων, ὡς ἐδείξαμεν, ἐν πρώτῳ 3 σχήματι γίνεσθαι αὐτόν, δῆλον· ἐν ἄλλῳ γὰρ σχήματι οὐδὲν καθόλου συνάγεται καταφατικόν. πῶς δὲ ἔτι ἀληθὲς ἐπὶ τοῦ ἀποφατικοῦ καθόλου συμπεράσματος; δόξει γὰρ οὐκ ἀναγκαῖον εἶναι, εἰ ἔστι καθόλου ἀποφατικὸν
συμπέρασμα συλλογιστικῶς γεγονός, καὶ τοὺς ὅρους οὕτως ἔχειν, ὡς εἰρήκαμεν, ἐν τῇ δευτέρᾳ συζυγίᾳ τῶν ἐν πρώτῳ σχήματι· δύναται γὰρ ταὐτὸν συμπέρασμα συλλογιστικῶς δειχθῆναι καὶ ἄλλως ἐχόντων τῶν ὅρων· καὶ γὰρ ἐν δευτέρῳ σχήματι τὸ καθόλου ἀποφατικὸν δείκνυται καὶ διχῶς γε· ὥστ᾿ οὐκ ἀληθὲς δόξει τὸ ὄντος τε συλλογισμοῦ τοὺς ὅρους ἀναγκαῖον
ἔχειν, ὡς εἴπομεν. δεῖ οὖν προσυπακούειν, ἵν’ ἀληθὲς ᾖ τὸ λεγόμενον,
τὸ ‘ἐν τούτῳ τῷ σχήματι’, ὡς προείρηκε διὰ τοῦ καθόλου μὲν οὖν ὄντων τῶν ὅρων δῆλον ἐν τούτῳ τῷ σχήματι· ὥστε καὶ ἅ ἐπιφέρει περὶ τῶν ἐν τούτῳ τῷ σχήματι λέγει. δύναται δέ τις καὶ ἐπὶ τῶν ἐν τῷ δευτέρῳ σχήματι συλλογισμῶν τῶν τὸ καθόλου ἀποφατικὸν συναγόντων
λέγειν τὸ εἰρημένον ἁρμόζειν· καὶ γὰρ καὶ ἐκεῖ, εἰ καὶ <μὴ> ἡ τάξις προτάσεων οὕτως κεῖται, ὡς ἄλλως ἐχόντων πρὸς ἀλλήλους τῶν ὅρων καὶ
οὐχ ὡς ἐν τῷ πρώτῳ σχήματι, ἀλλὰ καὶ τότε δυνάμει οὕτως ἔχουσι. κατὰ γοῦν τὴν εἰς τὸ πρῶτον σχῆμα διὰ τῶν | ἀντιστροφῶν τῶν προτάσεων ν ἀνάλυσιν δείκνυνται συλλογιστικαὶ οὖσαι αἱ συζυγίαι, ὥστε καὶ τότε οὕτως
ἔχουσιν οἱ ὅροι πρὸς ἀλλήλους. ὡς εἴρηκεν ἐπὶ τῆς ἐν τῷ πρώτῳ σχήματι δευτέρας συζυγίας· εἰς γὰρ ταύτην ἀνάγονται οἱ καθόλου ἀποφατικὸν ἐν δευτέρῳ συνάγοντες σχήματι, ὡς προιὼν δείξει.
In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Alexander of Aphrodisias. ed. Maximilian Wallies. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.