κε περὶ δρυίνου.
ἐμφωλεύειν φαϲὶν μυίαϲ τὰϲ χαλκοπτέρουϲ, αὗται δὲ ἀναιροῦϲιν τοὺϲ ὄφειϲ.
ῥωγμοῦ θάνατοϲ, τοῖϲ δὲ πατήϲαϲιν αὐτὸν ἐκδορὰ ϲκελῶν καὶ οἰδήματα, καὶ καθ᾿ ὅλου κατὰ νέκρωϲιν τῶν δηχθέντων τόπων ὁ θάνατοϲ τοῖϲ πλείϲτοιϲ· οὕτω δὲ δυναμικώτατοϲ ὁ ἰόϲ, ὡϲ καὶ τοὺϲ θεραπεύονταϲ ἰατροὺϲ τὰϲ χεῖραϲ βλάπτειν.
τρίφυλλοϲ πόα, ῥίζα τε ἀϲφοδέλου παραπληϲίωϲ λαμβανομένη, καὶ δρυὸϲ πάϲηϲ ὁ καρπὸϲ πινόμενοϲ καὶ καταπλαϲϲόμενοϲ ἀρήγει· 1 2 3 4 5 βοηθοῦνται δὲ καὶ τοῖϲ ἐπ’ ἐχεοδήκτων εἰρημένοιϲ καὶ ἐκ τινῶν τῶν κοινῶν καὶ καθολικῶν ἀνάλογον τοῖϲ παρακολουθοῦϲιν ϲυμπτώμαϲιν τοῖϲ πεπληγμένοιϲ.
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.