κϛ περὶ κεγχρίνου τοῦ καὶ ἀκοντίου.
πάχουϲ ἐπὶ λεπτὸν ἠγμένοϲ, κατὰ δὲ χρόαν χλωρὸϲ καὶ μάλιϲτα κατὰ τὴν κοιλίαν, ὡϲ κέγχρῳ κατὰ τὸ χρῶμα ὁμοιοῦϲθαι, διὸ 〈καὶ〉 κεγχρίαν αὐτόν τινεϲ ὠνόμαϲαν. ἄλλοι δἐ φαϲιν μὴ κατὰ τοῦτο αὐτὸν κεγχρίαν λέγεϲθαι, ἀλλ’ ὅτι μάλιϲτα ἑαυτοῦ ἀλκιμώτεροϲ γίνεται, ὅταν ἡ κέγχροι. θάλλῃ. ἐν δὲ τῷ ἀμύνεϲθαι ἀκοντίζων ἑαυτὸν προϲέρχεται καὶ οὕτω
πλήττει, ἔνθεν καὶ ὠνόμαϲται ἀκοντίαϲ.
ὁμογενῶν τῶν τὰ ὅμοια νοϲήματα παρεχόντων.
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.