κδ ὕδροϲ καὶ χέρϲυδροϲ.
γὰρ τοῖϲ καθύγροιϲ τόποιϲ τῆϲ ὑγρᾶϲ ἐμφορούμενοϲ τροφῆϲ οὐκ ἄκρατον τὸν ἰὸν ἔχει, χερϲαῖοϲ δὲ γενόμενοϲ εἰλικρινέϲτατον τοῦτον ἴϲχει καὶ χαλεπώτερον. ὡμοίωται δὲ ἀϲπίδι χερϲαίᾳ μικρᾷ δίχα τοῦ πλατύνειν τὸν αὐχένα· τοῦτο γὰρ ἐξαίρετον μόν αι αἱ ἀϲπίδεϲ ἔχουϲιν.
ϲυμβαίνει, | πόνοϲ ϲυνεχήϲ, πυρώδηϲ, πελιὸϲ ὁ τόποϲ καὶ τρυγώδηϲ, ἴλιγγοι, ἐκλύϲειϲ, | ἀπορίαι, ἔμετοι χολωδῶν δυϲωδῶν· κατὰ δὲ τὸ ἴδιον κίνηϲιϲ ὅλου τοῦ ϲώματοϲ ἄτακτοϲ, ὡϲ καὶ κατὰ κοιλίαν τινὰ φέρεϲθαι ἀνοίκεια, καὶ περίπρηϲιϲ ὅλου τοῦ ϲώματοϲ. ὁ δὲ θάνατοϲ μέχρι διὰ τρίτηϲ. ἴαϲιϲ δὲ τοῦ κακοῦ ϲὺν χρόνῳ γίνεται καὶ μόλιϲ
κατορθοῦται.
ϲὺν ἐλαίῳ λελειωμένη, ἢ ὀρίγανοϲ ἀναφυραθεῖϲα ὕδατι, ἢ δρυὸϲ ῥίζηϲ ὁ φλοιὸϲ λειοτριβηθεὶϲ καὶ κρίθινον ἄλευρον μετὰ μέλιτοϲ ϲυντετηκόϲ. χρώμεθα δὲ καὶ τοῖϲ ἄλλοιϲ ἐπιϲπαϲτικοῖϲ.
De venenatis animalibus eorumque remediis. Philumenus. ed. Max Wellmann. United States. 2017.
Funding provided by Harvard Library Arcadia Fund.