(117)
καταπλάσσεται δὲ πρὸς ἔχεις τριφύλλου φύλλα, μελίας φύλλα, πήγανον, καλαμίνθης φύλλα, λινόσπερμον σὺν ἁλσὶν ἢ ὀριγάνῳ καὶ μέλιτι, ἀλεκτορίδες ἀνασχισθεῖσαι ζῶσαι καὶ ἐπιτεθεῖσαι θερμαί, ἀλλάσσειν δὲ δεῖ συνεχῶς· ἀπόπατος αἰγὸς ἑψηθεῖσα ἐν ὄξει, ἀριστολοχείας μακρᾶς ῥίζα μεθ’ ὕδατος·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.