(115)
πρὸς δὲ τὰ τῶν ἔχεων δήγματα ποτὰ σὺν οἴνῳ λαμβανόμενα καὶ ἐν τροφῆς μέρει ἀνυτικώτατον βοήθημα ἐπ’ αὐτῶν ἡ σκοροδοφαγία καὶ ἀκρατοποσία, ὥστε ἂν ὑπομένῃ τις πλείονα βρῶσιν καὶ πόσιν μὴ χρῄζειν ἄλλου βοηθήματος. ποιεῖ καὶ χελώνης θαλασσίας αἷμα ξηρὸν σὺν κυμίνῳ ἀγρίῳ, πυτία λαγωοῦ, αἰδοίου ἐλάφου ἄρρενος 〈· α′ ξηροῦ, ἀκάνθης λευκῆς 〈σπέρμα〉, συκῆς φύλλα, ἀκόρου ῥίζα, φι〈λεταιρίου φύλλα〉 καὶ ἡ ῥίζα·(116)
κεράσταις δὲ ἰδίως ἁρμόζει ἄμεως 〈· β′ μετὰ σμύρνης καὶ οἴνου.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.