(114)
ποτὰ δὲ κοινὰ πρὸς ἑρπετὰ δίδοται· πέπερι σὺν ὄξει καὶ μηκωνίῳ, πηγάνου ἀγρίου σπέρμα, πλατάνου σφαιρία ὁμοίως, πολεμωνίου τοῦ καὶ φιλεταιρίου 〈· δ′ σὺν οἴνῳ, πυρῖτις 〈ἢ〉 πύρεθρον, πυτία νεβροῦ καὶ λαγωοῦ, σαγαπήνου 〈· α′, σελίνου σπέρμα σὺν σκορδίου 〈· β′, τοῦ δὲ χυλίσματος 〈· α′, σπαργανίου ῥίζα καὶ ὁ καρπός, συκαμίνου ὀπός, [τεύκριον] τευκρίου ῥίζης χυλός· ταῦτα σὺν οἴνῳ λαμβανόμενα· πυρῖτις κἂν ὑποζύγιον δηχθῇ, ἐγχυθεῖσα διὰ στόματος σὺν οἴνῳ ὑγιάζει.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.