(118)
πρὸς δὲ αἱμορροίδος καὶ πρηστῆρος δήγματα ὠφελεῖ ἀνδράχνη καταπλασσομένη, ἀρνόγλωσσον, περιστερεῶνος φύλλα, αὐτοῦ τοῦ θηρίου καεῖσα ἡ κεφαλὴ καὶ ἐπιτεθεῖσα, ὕσσωπον, ἄσβεστος, σκόροδον λευκόν, πράσον, πήγανον, κνίδη, κάρδαμον καὶ 〈τὸ〉 σπέρμα, σκόροδον λεῖον σὺν οἴνῳ ποθέν, ἀσταφίδες ἐσθιόμεναι, νεοσσοὶ ὠμοὶ ἐσθιόμενοι σὺν οἴνῳ.(119)
ἐπὶ δὲ πρηστῆρος 〈ἰδίως〉 ὠμοτάριχος θύννος πολὺς ἐσθιόμενος· δεῖ δὲ οἶνον πολὺν ἐπιπίνοντας ἐμεῖν.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.