(112)
οὐρητικὰ δέ ἐστι καὶ τὰ παραδιδόμενα μὲν πρὸς δυσουρίας καὶ λιθιῶντας, καὶ ταῦτα δὲ πινόμενα σὺν οἴνῳ ὠφελεῖ δυσουροῦντας, καὶ ἐφ’ ὧν οὖρα κινῆσαι βουλόμεθα ὡς ἐπὶ ὑδρωπικῶν καὶ ἰκτερικῶν· ἀκάνθης λευκῆς ῥίζης 〈· α′, ἀκάνθου τοῦ καὶ παιδέρωτος καλουμένου ῥίζα ὁμοίως, ἀκόρου ῥίζα, τριφύλλου καρπὸς καὶ ὁ χυλὸς αὐτῆς καὶ τὸ ἀπόζεμα, ἀρκτίου ῥίζα καὶ τὸ ἀφέψημα αὐτῆς·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.