(113)
λυσσοδήκτους δὲ ὠφελεῖ τὸ αἷμα τοῦ λυσσῶντος κυνὸς ποθὲν καὶ τὸ ἧπαρ αὐτοῦ ὀπτηθὲν καὶ βρωθέν, καρκίνων ποταμίων ὀφθαλμοὶ φωχθέντες καὶ μετὰ ὕδατος ποθέντες κυ′ α′, ἢ καὶ ὅλων καέντων τῆς τέφρας 〈· α′ ἢ δ′· Γεντιανῆς 〈· α′ καὶ ἀμπέλου λευκῆς τῆς τέφρας 〈· β′ σὺν οἴνῳ λευκῷ ἐπὶ ἡμέρας γ′ πινόμενα, καὶ ὁ κυνόδους δὲ τοῦ δακόντος κυνὸς ἐνδεθεὶς εἰς κυστίδα καὶ περιαφθεὶς βραχίονι·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.