(111)
ἐπὶ δὲ παιδίων λιθιώντων καὶ πρὸς ψωριώσας κύστεις ἁρμόζει δάφνης ῥίζης τοῦ φλοιοῦ 〈· α′ μετ’ οἴνου εὐώδους, κοτυληδόνος ῥίζα καὶ ἡ πόα ἐσθιομένη, καρδαμώμου 〈· α′ μετὰ δάφνης ῥίζης τοῦ φλοιοῦ 〈· α′ σὺν οἴνῳ, κόμμι τὸ ἐξ ἀμυγδαλῆς πικρᾶς ἢ ἀμπέλου ἢ κοκκυμήλων μετὰ γλυκέος, 〈ὀξαλίδος〉 ῥίζα ἑφθὴ ἐν οἴνῳ, ἐξωνύχου καρπὸς λεῖος·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.