(111)
λίθους δὲ τοὺς ἐν κύστει θρύπτει πινόμενα σὺν οἴνῳ· ἀδίαντον, φιλεταιρίου ῥίζης 〈·β′, σμυρνίου σπέρμα, ὀξυμυρσίνης ῥίζα ἐν γλυκεῖ ἀποβρεχομένη καὶ ὁ καρπὸς σὺν οἴνῳ, ἱππομαράθου σπέρμα καὶ ἡ ῥίζα, ἀλθαίας ῥίζα καὶ τὸ σπέρμα, ἁλκυονίου Μιλησίου % σὺν ὕδατι, ἀμύγδαλα πικρὰ σὺν γλυκεῖ καὶ τὸ ἔλαιον αὐτῶν, ἀνθεμίδος τῆς πορφυρανθοῦς τὸ ἄνθος καὶ ἡ ῥίζα, λευκανθέμου ἀπόζεμα, ὀνωνίδος ῥίζα σὺν οἰνομέλιτι, βδελλίου 〈· α′ σὺν οἴνῳ, τριβόλου χλωροῦ καρποῦ χυλός· φήνης τοῦ ὀρνέου, ὃ Ῥωμαϊστὶ ὀσσίφραγον καλοῦσιν, ἡ κοιλία ξηρὰ κατ’ ὀλίγον πινομένη· γλυκυσίδης ῥῶγες πυρραὶ ἐσθιόμεναι καὶ πινόμεναι.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.