(126)
πρὸς δὲ τοὺς λειχῆνας καὶ τὰ λεπρώδη καὶ ψωρώδη καταχριόμενα ἁρμόζει· ἄγνου σπέρμα σὺν ἀφρονίτρῳ καὶ ὄξει, ἰχὼρ ὁ ἀπορρέων ἐκ ξύλων ἀγριελαίας χλωρῶν καιομένων, ὁμοίως καὶ ὁ ἐκ τῶν κραναίνων ξύλων, ἀγχούσης ῥίζα λεία σὺν ὄξει καταπλασσομένη, ἀδάρκης σὺν ὕδατι, ἐρυθροδάνου καρπὸς ἐν ὄξει, αἴρινον ἄλευρον σὺν ὄξει καταπλασσόμενον. ἀφίστησι 〈δ’〉 ἀγρίους λειχῆνας πίτυρα σὺν ὄξει ἑψηθέντα καὶ θερμὰ καταπλασθέντα, καὶ χόνδρος ὁμοίως.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.