(128)
λέπραν δὲ θεραπεύει αἴρινον ἄλευρον σὺν θείῳ καὶ ὄξει καταχριόμενον, βρυωνίας καρπὸς σὺν ὄξει καταπλασσόμενος· ἄσφαλτος μετὰ θείου καὶ ὄξους — τινὲς δὲ ἀντὶ 〈τῆς〉 ἀσφάλτου πίσσαν 〈παραλαμβάνουσιν〉 —, μυροβάλανος καταχριομένη σὺν ὄξει, βατράχειον ἐπιπλασθέν· ἀφίστησιν 〈καὶ〉 σικύου ἀγρίου ῥίζα σὺν ὄξει, σῶρι κεκαυμένον ὁμοίως, ἐλαίας Αἰθιοπικῆς δάκρυον σὺν ὄξει — καλεῖται δὲ Αἰθιοπικὴ ἐλαία ἡ ἀγριελαία —, ἐλλέβορος λευκὸς ἢ μέλας σὺν ὄξει καταπλασσόμενος·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.