(125)
πρὸς δὲ τὰ κνησμώδη ἐξανθήματα ἁρμόζει καταχριόμενα· διφρυγὲς σὺν ὄξει, ἰὸς σιδήρου σὺν ὄξει, συκαμίνου ῥίζα σὺν ὄξει, μίσυ σὺν ῥοδίνῳ, μολύβδαινα σὺν ὄξει, ὁπλαὶ αἰγῶν κεκαυμέναι σὺν ὄξει, στυπτηρία πᾶσα σὺν μέλιτι ἑψηθεῖσα, πήγανον σὺν ἁλσὶν καὶ ἐλαίῳ, ἢ ψιμύθιον καὶ λιθάργυρος σὺν ὄξει·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.