(115)
τὰς δὲ ἐκ λειχήνων οὐλὰς καὶ τὰς ἄλλας δὲ ὁμοχρόους ποιῆσαι 〈δύναται〉 ὄνειον στέαρ καταχριόμενον, εὐζώμου σπέρμα λεῖον μετὰ χολῆς αἰγείας ἢ προβατείας ἢ βοείας καταχριόμενον, εἶθ’ ὅταν ξηρανθῇ ἀποτριβόμενον, καὶ 〈ὁ〉 ἐκ τοῦ λαχάνου δὲ τοῦ εὐζώμου χυλὸς ἐπιχριόμενος σὺν λιθαργύρῳ· ἢ σικύου ἀγρίου ῥίζαν ἑψήσας ἐν μελικράτῳ καὶ λεάνας ὡς κηρωτὴν ἐπίχριε ὁμοίως· ἢ λιθαργύρου μέρη β′, θείου ἀπύρου μέρος α′, ἀναλαμβάνων εὐζώμου χυλῷ ἐπίχριε, εἶτα ἀπότριβε ἐν βαλανείῳ, καὶ μετὰ τὸ λούσασθαι ἐπίχριε λιθάργυρον σὺν εὐζώμου χυλῷ.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.