(116)
στίγματα δὲ ἐξαίρει βατράχειον καταπλασθέν, καππάρεως φύλλων χυλὸς ὁμοίως, μανδραγόρου ἐπὶ ἡμέρας δ′ παρατριβόμενος, ἢ τὰ φύλλα τοῦ μανδραγόρου ταριχευθέντα ἐν ἅλμῃ καὶ περιχριόμενα ἐπὶ ἡμέρας μ′ ἢ ν′· ὁμοίως πόα 〈ἡ〉 καλουμένη στατικὴ παρατριβομένη, ἢ σικύου ἀγρίου ῥίζα ἑψηθεῖσα ἐν μελικράτῳ λεία ἐπιχριομένη, ἢ ψιμύθιον ἐν ὄξει καταχριόμενον· χρόνῳ δὲ αἴρει τοῦτο.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.