(114)
οὐλὰς δὲ μελαίνας αἴρει ἐπιχριόμενα· βρυωνίας ῥίζης λευκῆς καὶ μελαίνης ἑφθῆς ἐν ἐλαίῳ ἄχρι χυλώσεως τὸ ἔλαιον ἐπιχριόμενον, βάλανος μυρεψικὴ λεία σὺν οἴνῳ λευκῷ, βολβοὶ κεκαυμένοι μετὰ ἁλκυονίου σὺν οἴνῳ, καλαμίνθη ἐν οἴνῳ ἑφθή, λιθάργυρος πεπλυμένη σὺν ῥοδίνῳ λευκῷ, σικύου ἀγρίου ῥίζα σμηχομένη. [εὐζώμου σπέρμα μετὰ λιθαργύρου λεῖον μετὰ χολῆς αἰγείας ἢ προβατείας ἢ βοείας ἐπιχριόμενον.]Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.