(113)
τὰς δὲ ἐν ταῖς μασχάλαις δυσωδίας καὶ τοὺς τράγους καταπάσσειν δεῖ λείοις τούτοις· ἀγαλόχῳ, βακχάριδος ῥίζῃ, ῥοδίσιν ἀπὸ τοῦ βαλανείου λείαις. διαχρίειν δὲ σμύρνῃ μετὰ στυπτηρίας ἢ κροκομάγματι ὁμοίως, ἢ κυπαρίσσου πρίσμασι μετὰ στυπτηρίας καὶ οἴνου εὐώδους, γῇ Χίᾳ καείσῃ καὶ σβεσθείσῃ οἴνῳ· 〈ποιεῖ καὶ〉 σκολύμου ῥίζα ἑψηθεῖσα καὶ πινομένη.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.