(98)
πρὸς δὲ τοὺς γόνον προιεμένους ἀπροαιρέτως ὠφελίμως δίδονται ἴριδος〈· β′ μετ’ οἴνου. καταπλασθὲν δὲ πραύνει κώνειον κατὰ τοῦ καυλοῦ καὶ τῶν διδύμων καὶ ἐφηβαίου ἐπιτιθέμενον, νυμφαίας ῥίζα μετὰ ἀλφίτου διδομένη ἐσθίεσθαι ὡς μᾶζα ὀξυβάφου πλῆθος ἢ πινομένη καθ’ ἑαυτήν, ἀνήθου σπέρμα πινόμενον· ἐκλύουσι δὲ γονὴν κισσοῦ κόρυμβοι μέλανες πινόμενοι.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.