(97)
ἀμβλύνει δὲ τὰς πρὸς συνουσίαν ὁρμὰς ἀνδράχνη ἐσθιομένη, [καὶ] πήγανον ἄγριον καὶ ἥμερον ἐσθιόμενον, θρίδακος ἀγρίας σπέρμα καὶ ἡμέρου πινόμενον, δρακοντίου ῥίζα ἐν οἴνῳ ποθεῖσα ξηρὰ καὶ 〈τὰς〉 ἐντάσεις παύει, στρόβιλοι μετὰ σικύου σπέρματος καὶ ἀνδράχνης χυλοῦ, σῦκα ἐσθιόμενα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.