(99)
πρὸς δὲ τοὺς ὀνειρώττοντας συνεχῶς ἁρμόζει πρὸς ἐπίσχεσιν ταῦτα καταπλαττόμενα· κωνείου σπέρμα κατὰ τῶν διδύμων καταπλαττόμενον· ἐὰν γὰρ κατὰ τοῦ αἰδοίου τις καταπλάσῃ, παραλυθήσεται· νυμφαίας ῥίζη κατάπλασσε καὶ τὰ αἰδοῖα, κορίου χυλῷ καὶ στρύχνου κατάχριε 〈τοὺς〉 διδύμους καὶ νίτρῳ καὶ ῥάμνου χυλῷ 〈καὶ〉 ἀνδράχνης πιέσματι· καὶ αὐτὴ δὲ καταπλάσσεται καθ’ ἑαυτὴν καὶ 〈μετὰ〉 ἀλφίτου, ἢ ἄγνου φύλλα σὺν ἀλφίτῳ, ἢ κύμινον λεῖον μετὰ Κιμωλίας φυραθέν.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.