1 2 3 4 5 6 γὰρ αἱ δρόσοι τὴν σύστασιν αὐτοῦ. ἐκλέγου δὲ τὸ ξανθὸν καὶ εὔθρυπτον, στῦφον ἱκανῶς καὶ δάκνον τὴν γλῶσσαν. ἔνιοι δὲ ἕψοντες τὸν χυλὸν συστρέφουσιν.
πλαδαρά, ὦτα πυορροοῦντα σὺν μέλιτι ἢ γλυκεῖ, πρὸς δὲ σύριγγας καὶ παλαιὰ ἕλκη καὶ νομὰς σὺν ὄξει. ἐγκλύζεται δὲ καὶ ἐπὶ δυσεντερικῶν καὶ ῥοικῶν· ἐστι δὲ καὶ ὀξυδερκές, καὶ τραχύτησιν ὀφθαλμῶν ἁρμόζον καὶ περιβρώσεσι κανθῶν. πίνεται δὲ καὶ πρὸς αἵματος πτύσιν τὴν πρόσφατον καὶ κατὰ
ῥῆξιν γινομένην. ὑδαρεῖ δὲ δεῖ χρῆσθαι λίαν καὶ ἀλίγῳ· καίει γὰρ ἱκανῶς.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.