πρὸς ῥεύματα ἀφθαλμῶν καὶ καυσούμενον στόμαχον καταπλάσσεται σὺν πάλῃ ἀλφίτου καὶ οἴνῳ. καεῖσα δὲ ἐπʼ ὀστράκου ἐπὶ διαπύροις ἄνθραξι ποιεῖ πρὸς τὰ ὀφθαλμικά, παρωνυχίας τε καὶ πτερύγια καὶ οὖλα ἀφεστῶτα καὶ αἱμασσόμενα σὺν μέλιτι θεραπεύει.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.