ὀλίγος τε καὶ ὑδαρὴς λαμβάνεται ἀβλαβῶς. ὁ δὲ νέος ἐμπνευματωτικός, δύσπεπτος, δυσόνειρος, οὐρητικός. ὁ δὲ μέσος τῇ ἡλικίᾳ ἐκπέφευγε τὰ ἀμφοτέρων ἐλαττώματα, ὅθεν ἐγκριτέος ἐστὶν ἐν τῇ τε ὑγιείας καὶ ἀσθενείας χρήσει.
γλεῦκος, ἦττον δὲ μεθύσκει, κύστει δὲ καὶ νεφροῖς εὔθετος.
τεθαλασσωμένος κακοστόμαχος, διψοποιός, νεύρων κακωτικός, εὐκοίλιος, ἀνεπιτήδειος τοῖς ἐξ ἀσθενείας ἀναλαμβάνουσι χρονίας.
Κρητικὸς ἡ πρότροπος ἢ Πράμνειος, ἢ καθεψομένου τοῦ γλεύκους σίραιος ἢ ἕψημα καλούμενος· ὁ μὲν μέλας, καλούμενος δὲ μελαμψίθιος, παχύς ἐστι καὶ πολύτροφος, ὁ δὲ λευκὸς λεπτότερος, ὁ δὲ μέσος μέσην ἔχει καὶ τὴν δύναμιν. στυπτικὸς δὲ πᾶς ἐστι, σφυγμῶν ἀνακλητικός, ποιῶν πρὸς πάντα τὰ
θανάσιμα, ὅσα κατὰ ἕλκωσιν ἀναιρεῖ, πινόμενος σὺν ἐλαίῳ καὶ ἐξεμούμενος, καὶ πρὸς μηκώνιον δὲ καὶ φαρικὸν καὶ τοξικὸν 5 6 7 8 καὶ κώνειον καὶ γάλα θρομβωθέν, καὶ πρὸς κύστιν καὶ νεφροὺς ὀδαξουμένους καὶ εἱλκωμένους.
κοιλίας τῶν λοιπῶν μᾶλλον. ὁ δὲ τὴν γύψον ἔχων κακωτικὸς τοῦ νευρώδους, καρηβαρικός, πυρώδης, κύστει ἄθετος, πρὸς δὲ τὰ θανάσιμα τῶν ἄλλων εὐθετώτερος. οἱ δὲ πίτταν ἢ ῥητίνην πιτυίνην ἔχοντες θερμαντικοὶ καὶ πεπτικοί, ἄθετοι δὲ τοῖς ἐμετικοῖς. οἱ δὲ καλούμενοι ἀπαράχυτοι, ἔχοντες δὲ ἕψημα
μεμειγμένον, κεφαλῆς εἰσι πληκτικοὶ καὶ πυρωτικοί, μέθης γεννητικοί, φυσώδεις, δυσδιάπνευστοι, κακοστόμαχοι.
καὶ ἀμβλυωπός, πρὸς δὲ πολυποσίαν ἀνάρμοστος. ὁ δʼ Ἀλβανὸς ἁδρομερέστερος τοῦ Φαλερίνου, ἔγγλυκυς, ἐμπνευματῶν στόμαχον, κοιλίαν τε μαλάττων, πέψει τε οὐχ ὁμοίως συνεργῶν, τοῦ δὲ νευρώδους ἧττον κακωτικός· παλαιωθεὶς δὲ καὶ οὗτος αὐστηρὸς γίνεται.
ἐστι τοῦ Ἀλβανοῦ, σαρκῶν τε καὶ εὐχροίας γεννητικός, πέψει δὲ ἄθετος· ὁ δὲ Συρεντῖνος αὐστηρὸς ἱκανῶς ἐστιν, 9 10 11 12 ὅθεν ἐντέρων καὶ στομάχου ῥεῦμα ἵστησι, κεφαλῆς τε ἧττον ἅπτεται, λεπτομερὴς ὤν· παλαιωθεὶς δὲ εὐστομαχώτερος καὶ ἡδίων γίνεται. ὁ δὲ Ἀδριανὸς καὶ ὁ Μαμερτῖνος, γεννώμενος δὲ ἐν Σικελίᾳ, κατʼ ἴσον εἰσὶν ἁδρομερεῖς, μετρίως στύφοντες, καὶ τάχιον παλαιοῦνται, ἧττον δὲ τοῦ νευρώδους
ἅπτονται διὰ τὸ ἐν αὐτοῖς λεῖον.
Χῖος, Ἀριούσιος δὲ καλούμενος, ἁπαλώτερος τῶν προειρημένων, εὔποτος, τρόφιμος, ἦττον μεθύσκων, ῥεύματος σταλτι κός, χρήσιμος εἰς τὰ ὀφθαλμικά.
Φυγελίτης. ὁ δὲ ἐκ τῆς Ἀσίας Μεσωγίτης ἐκ τοῦ Τμώλου κεφαλαλγὴς καὶ νεύρων βλαπτικός. ὁ δὲ Κῷος καὶ Κλαζομένιος διὰ τὸ θαλάττης πολλῆς μετέχειν εὔφθαρτοι καὶ πνευματώδεις, κοιλίας τε ταρακτικοί, καὶ νεύρων δέ εἰσι βλαπτικοί.
καὶ ἀκέραιος, αὐστηρὸς δὲ τὴν φύσιν, θερμαντικός, εὐανάδοτος, εὐστόμαχος, ὀρεκτικός, θρεπτικός, ὑπνοποιός, ῥωστικός, εὐχροίας παρασκευαστικός. ἱκανῶς δὲ ποθεὶς βοηθεῖ τοῖς κώνειον ἢ κόριον ἢ ἰξίαν ἢ φαρικὸν ἢ μηκώνιον ἢ λιθάργυρον 13 14 ἢ σμίλακα ἡ ἀκόνιτον ἢ μύκητας εἰληφόσι, πρός τε ἑρπετῶν δηγμοὺς καὶ πληγὰς πάντων, ὅσα πλήξαντα ἢ δακόντα κατὰ ψῦξιν ἀναιρεῖ ἢ ἀνατρέπει τὸν στόμαχον· ποιεῖ καὶ πρὸς ἐμπνευμάτωσιν χρόνιον καὶ δῆξιν ὑποχονδρίου καὶ πλατυσμὸν
καὶ ἀνάλυσιν στομάχου ἢ ἐντέρων καὶ κοιλίας ῥευματισμόν, καὶ ἀφιδροῦσι καὶ διαφορουμένοις ἁρμόζουσι, μάλιστα δὲ οἱ λευκοὶ καὶ παλαιοὶ καὶ εὐώδεις.
δὲ ὠφελίμως πρὸς τὰ θηριώδη καὶ φαγεδαινικὰ καὶ ῥευματιζόμενα ἕλκη. πρὸς δὲ τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετοι οἱ ἀθάλασσοι, αὐστηροὶ καὶ λευκοί· διαφέρουσι δὲ τούτων οἱ ἐταλικοί, ὡς ὁ Φαλερῖνος Συρεντῖνος Καίκουβος Σιγνῖνος καὶ ἄλλοι πολλοὶ οἱ ἀπὸ τῆς Καμπανίας καὶ ὁ Πραιτυτιανὸς ὁ
ἀπὸ τοῦ Ἀδρία καὶ ὁ Σικελιωτικὸς ὁ Μαμερτῖνος καλούμενος, Ἑλληνικῶν δὲ ὁ Χῖος Λέσβιος Φυγελίτης ὁ ἐν Εφέσῳ γεννωμενος.
οἱ σφόδρα παλαιοὶ καὶ λευκοί καὶ λεπτοί· ἅπτονται δὲ τοῦ νευρώδους πλεονασθέντες· οἱ μέσοι δὲ τὴν ἡλικίαν ἄριστοι πρὸς πόσιν ὡς οἱ ἀπὸ ἑπτὰ ἐτῶν. ἡ δὲ ποσότης παρά τε τὴν ἡλικίαν καὶ τὴν τοῦ ἔτους ὥραν καὶ ἔθη καὶ ποιότητα τοῦ οἴνου ὁριζέσθω· καὶ τὸ μὴ διψῆν δὲ ἄριστόν
ἐστι παράγγελμα καὶ τὸ μετρίως βραχῆναι τὴν τροφήν.
τρόπον ἐπάγει.
ἐν κεραμεοῖς ὁ οἷνος.
πλειόνων· ἄλλως γὰρ οὔκ εἰσι πότιμοι.
τρίτον. χοεῖ δὲ ἑκάστῳ τῶν ὑπολειφθέντων μετρητῶν μεῖξον ἁλὸς ξέστας β΄ καὶ μετὰ τὸν χειμῶνα διάχει εἰς κεράμια. χρῶ δὲ αὐτῷ μετʼ ἐνιαυτόν· ταχέως γὰρ ἐξίτηλος γίνεται.
αὐτὴν ἔχων τῷ δευτερίᾳ δύναμιν. δεῖ δὲ ἴσον μέτρον ὕδατος τῷ τοῦ γλεύκους μείξαντας ἑψῆσαι πραέως πυρὶ μαλακῷ, ἄχρι ἄν ἐξαναλωθῇ τὸ ὕδωρ, καὶ μετὰ τοῦτο ψύξαντας καταγγίζειν εἰς ἀγγεῖον πεπισσωμένον.
καταγγίσαντες ἡλιάζουσιν ἐπὶ ἡμέρας τεσσαράκοντα· χρῶνται δ᾿ αὐτῷ πρὸς τὰ αὐτὰ μετʼ ἐνιαυτόν.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.