δύσπεπτος, κύστεως κακωτική. ἰᾶται δὲ χοιράδας καὶ φύματα ἀναληφθεῖσα κηρωτῇ ἢ καὶ ὑπώπια σὺν ἐλαίῳ καταπλασθεῖσα, σὺν ἰρίνῃ δὲ κηρωτῇ ἢ κυπρίνῃ ἰσχιαδικοῖς ἁρμόζει, τάς τε περὶ δακτύλιον ἐξοχὰς αἴρει ἐν σιδίῳ σὺν ὄξει ἑψηθεῖσα καὶ καταπλασθεῖσα, θανασίμων τέ ἐστιν ἀντιφάρμακον πινομένη, εὔστομός
τέ ἐστι μειγνυμένη καὶ εἰς βάμματα καὶ ἄλας.
Κυρηναϊκός, κἂν ἐπ᾿ ὀλίγον αὐτοῦ τις γεύσηται, εὐθέως ἰκμάδα 1 2 3 4 κινεῖ καθ᾿ ὅλον τὸ σῶμα τῇ τε ὀσμῇ ἐστι προσηνέστατος, ὥστε γευσαμένῳ μηδὲ τὸ στόμα πνεῖν, εἰ μὴ ἐπ᾿ ὀλίγον. ὁ δὲ Μηδικὸς καὶ ὁ Συριακὸς τῇ δυνάμει εἰσὶν ἀσθενέστεροι καὶ βρωμωδεστέραν ἔχουσι τὴν ὀσμήν.
ξηρανθῆναι σαγαπηνοῦ μειγνυμένου ἢ ἀλεύρου ἐρεγμίνου, ὅπερ διακρίνεται τῇ γεύσει καὶ τῇ ὀσμῇ καὶ τῇ ὄψει καὶ τῇ διέσει. ἔνιοι δὲ τὸν μὲν καυλὸν σίλφιον ἐκάλεσαν, τὴν δὲ ῥίζαν μαγύδαριν, τὰ δὲ φύλλα μάσπετα. πρακτικώτατος δέ ἐστιν ὁ ὀπός, εἶτα τὰ φύλλα, εἶτα δκαυλός.
δὲ σὺν ὑσσώπῳ καὶ σύκοις ἀφεψημένοις ἐν ὀξυκράτῳ· καὶ ἐπὶ λυσσοδήκτων δὲ ὠφελεῖ ἐπιτιθέμενος τοῖς τραύμασι καὶ ἐπὶ τῶν ἰοβόλων ζῴων πάντων καὶ τῶν φαρμακωδῶν τοξευμάτων ἐγχριόμενος καὶ πινόμενος, ἐπὶ δὲ σκορπιοπλήκτων ἐλαίῳ διεθεὶς περιαλείφεται καὶ ἐπὶ γαγγραινουμένων προκατασχασθέντων
ἐνίεται, πρός τε ἄνθρακας μετὰ πηγάνου καὶ νίτρου καὶ μέλιτος ἢ καθ᾿ ἑαυτόν, ἥλους τε καὶ τύλους αἴρει προπεριχαραχθέντας συμμαλαχθεὶς κηρωτῇ ἢ σύκων ξηρῶν τῷ ἐντός. θεραπεύει καὶ λειχῆνας προσφάτους σὺν ὄξει, σαρκώματα δὲ 5 6 καὶ πώλυπας μετὰ χαλκάνθου ἢ ἰοῦ διαχριόμενος ἐπὶ ἡμέρας τινάς· ἐπισπῶ δὲ τὰς ἐξοχὰς σαρκολαβίδι.
μελικράτου ὠφέλιμον, εὐχρουστέρους τε ποιεῖ λαμβανόμενος ἐν διαίτη, βηχί τε ἁρμόζει ἐν ᾠῷ ῥοφητῷ διδόμενος, πλευριτικοῖς δὲ ἐν ῥοφήματι, ἰκτερικοῖς τε καὶ ὑδρωπικοῖς ὠφελίμως δίδοται μετὰ σύκων ξηρῶν. λύει καὶ ῥίγη σὺν πεπέρει καὶ πηγάνῳ καὶ οἴνῳ ποθείς, τετανικοῖς τε καὶ ὀπισθοτονικοῖς ὀβολοῦ ὁλκὴν
κηρῷ περιπλάσας δίδου καταπίνειν, βδέλλας τε τὰς προσισχομένας τῇ καταπόσει ἀναγαργαριζόμενος μετ᾿ ὄξους ἀποβάλλει. καὶ τοῖς γάλα τεθρομβωμένον ἔνδον ποιοῦσι καὶ ἐπιληπτικοῖς μετ᾿ ὀξυμέλιτος ληφθεὶς βοηθεῖ.
ὠφελεῖ· μετὰ δὲ κονίας ποθεὶς ὠφελεῖ τὰ αἰφνίδια σπάσματα καὶ ῥήγματα· διαλύεται δὲ εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἄρτῳ θερμῷ. τὸ δὲ ὀπόφυλλον αὐτοῦ τὰ αὐτὰ ποιεῖ, παρὰ πολὺ δὲ ἔλασσον· ἐσθίεται δὲ μετ᾿ 7 8 9 ὀξυμέλιτος ἁρμόζον τοῖς περὶ ἀρτηρίαν, μάλιστα δὲ ἀποκοπεῖσιν ἤχοις. χρῶνται δὲ αὐτῷ καὶ μετὰ θριδάκων ἐσθίοντες ἀντὶ εὐζώμου.
παρομοία σιλφίῳ, ἧττον δὲ παχεῖα καὶ δριμεῖα καὶ χαύνη καὶ ὀπὸν μὴ ἔχουσα, ποιοῦσα δὲ τὰ αὐτὰ τῷ σιλφίῳ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.