τοῦ ὀμφαλοῦ μεθ᾿ ὕδατος. λεανθὲν δὲ καὶ ἐν ἀποδέσμῳ δεθὲν καὶ ὀφραινόμενον τοὺς καταρροϊζομένους ὠφελεῖ, πινόμενον δὲ πλείονας ἡμέρας ἔμμηνα καὶ οὖρα καὶ γάλα ἄγει, παύει καὶ δύσπνοιαν μετὰ νίτρου ποθέν, βοηθεῖ καὶ φαλαγγιοδήκτοις ὅσον δραχμὴ μία μεθ᾿ ὕδατος ποθεῖσα. διώκει δὲ καὶ ἑρπετὰ θυμιώμενον·
φασὶ δὲ καὶ ἀναιρεῖν αὐτό, ἐάν τις πλεῖον αὐτὸ πίῃ.
De materia medica. Dioscurides Pedianus. ed. Max Wellmann. United States. 2018.
Funding provided by Harvard Library Arcadia Fund.